Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos i
Joannis Presbyteri 9 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Εἰ δέ φασι μὴ περὶ τοῦ παρ' ἕκαστα γινομένου σκότους ζητεῖν, περὶ δὲ τοῦ ἐξ ἀρχῆς καὶ περὶ τοῦ φωτὸς συστάντος, περὶ οὗ γέγραπται· Καὶ σκότος ἦν ἐπὶ τῆς ἀβύσσου, ὃ οὐκ ἄν τις εἴποι γεγονέναι σώματος ἀντιπράττοντος τὴν ἐκ τοῦ φωτὸς λαμπηδόνα– οὔπω γὰρ τὸ φῶς ἐδεδημιούργητο– φαμὲν πρὸς αὐτούς, ὑπερβάντες τὰ τῷ μακαρίῳ Βασιλείῳ πρὸς εὐγνώμονας εἰρημένα ἀκροατάς· φιλό- νεικοι γὰρ ὄντες τοῖς ἡμετέροις διδασκάλοις ἀπεχθάνονται· οὕτως οὖν πρὸς αὐτοὺς ἀπαντητέον· Μόνος ὁ ἀὴρ τῶν σωμάτων, κατὰ φύσιν ἔχων καὶ μὴ ἐξ ἀτμίδος τινὸς παχυνθείς, οἰκεῖον οὐ κέκτηται χρῶμα, ὅπερ ἴδιόν ἐστι τῆς ὄψεως αἰσθητόν· ὡς γὰρ ἡ γεῦσις χυμῶν πικρῶν τε καὶ γλυκέων καὶ στυφόντων διακρίνει τὰς διαφοράς, ἡ δὲ ὄσφρησις τῶν ὀδμῶν ἀντιλαμβάνεται καὶ ἡ ἀκοὴ ψόφων τε καὶ ἤχων καὶ ἁφὴ πάσης ἀντιτυπίας λείας τε καὶ τραχείας, οὕτως καὶ ἡ ὄψις ἰδιαζόντως τῶν χρωμάτων ἐστὶ διακριτική. Ἐπεὶ οὖν ὁ ἀὴρ ἀχρωμάτιστός ἐστιν, ὡς ἔφην, εἰ- κότως καὶ ἀόρατος κατὰ φύσιν ὑπάρχει,| οὐ μόνον ἄνευ φωτὸς ὑπάρχων– τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων, τῶν ὁρατῶν φύσει σωμάτων, εὑρήσεις· ἄνευ γὰρ φωτὸς καὶ τούτων οὐδέν ἐστιν ὁρᾶν– ἀλλὰ καὶ ὅταν αὐτῷ τῷ ἀέρι φῶς ἐπιγένηται, οὐχ ὁρᾶται, ἀχρωμάτιστος ὤν, οὐδὲ συγκεκραμμένον δι' ὅλου τοῖς ἑαυτοῦ μέρεσιν ἔχει τὸ φῶς, καὶ τοῦτο σοφῶς τοῦ θεοῦ πεποιηκότος, ὅπως, μηδενὸς ἐμποδὼν γινομένου χρώματος τοῦ φυσικῶς ἐνυπάρχοντος τῷ ἀέρι, τὰς ἡμῶν ὄψεις ἀχρόνως παραπέμποι πρὸς τὰ ὁρώμενα διὰ τῆς τοῦ φωτὸς δι' ὅλου πρὸς αὐτὸν ἀνακράσεως. 10. Τὸ οὖν ἀχρωμάτιστον φύσει τοῦ ἀέρος καὶ μήπω πεφωτισμένον ὁ Μωϋσῆς σκότος ὠνόμασεν. Οὐ τοῦτο δὲ λέγω ὅτι τὸν ἀέρα τὸν μήπω πεφωτισμένον καὶ ἀχρωμάτιστον σκότος ὠνόμασεν· οὕτω γὰρ ἡμῶν λεγόντων ὑπολήψεταί τις ὡς ὅτι ὁ ἀὴρ σκότος ὠνόμασται καὶ οἰήσεται τὸ σκότος ὑφεστηκός, ἐπείπερ ὑφέστηκεν ὁ ἀήρ, ὃν σκότος εἶναι προσωμολογήσαμεν. Οὐ τοῦτο οὖν φημι, ἀλλ' ὅτι τὸ μὴ πεφωτισμένον καὶ ἀχρωμάτιστον τοῦ ἀέρος, ἅτινα μὴ ὄντα ἐστί, κατὰ στέρησιν εἰρημένα, ταῦτα ἐκάλεσε σκότος. Εἰ δὲ τὸ ἀχρωμάτιστον καὶ μὴ πεφωτισμένον στέρησις καὶ οὐκ ὄντα τυγχάνει, φανερὸν ὅτι καὶ αὐτὸ τὸ σκότος ἀνυπόστατον καθ' ἑαυτό. τὸ γὰρ δι' ἀνυποστάτων γνωριζόμενον καὶ οὐ καθ' ἑαυτό, πολὺ μᾶλλον αὐτὸ ἀνυπόστατον ἔσται. Οὐκ ἀπουσίᾳ δὲ φωτὸς τὸ σκότος ἐκεῖνο, τὸ ἐπὶ τῆς ἀβύσσου, Φαμέν· τὸ γὰρ ἐν ἀπουσίᾳ τινὸς γινόμενον δείκνυσι τοῦτο πρότερον ὄν, εἶτα ἀφεστηκέναι καὶ τῇ τούτου ἀπουσίᾳ γεγονέναι τὸ γεγονός. Οὔπω δὲ τὸ φῶς ἦν· οὐ γὰρ ἐγεγόνει. Πῶς οὖν ἀπουσίᾳ τοῦ μήπω ὄντος φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτι- σμένον τοῦ ἀέρος σκότος ὀνομαστέον.

Intertext edge

Open linked passage

Note