Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ἄλλως τε πάσης ἀτοπίας ἀνάμεστον τὸ διὰ τῶν μερικῶν καὶ παρ' ἕκαστα γινομένων τοῦ ὅλου τὰς ἀποδείξεις ποιεῖσθαι. Εἰ γὰρ τοῖς μερικοῖς δημιουργήμασιν ἐνορῶντές φασιν·" 6Ἐπεὶ οὐδεὶς δημιουργὸς ἄνευ ὕλης ποιεῖ, διὰ τοῦτο καὶ ὁ θεὸς ἄνευ ὕλης οὐ ποιήσει" 6, ἴστωσαν ὅτιπερ ἡ παντὶ τεχνίτῃ ὑποκειμένη ὕλη ἐκ προτέρας δημιουργηθεῖσα προνοίας ἢ τέχνης ὑπόκειται, ὡς τὰ ξύλα καὶ σίδηρον καὶ λίθοι, ἀνθρώποις τεχνίταις πρὸς τὸ σχηματίζεσθαι μόνον ὑποκείμενοι, ἐκ φύσεως| τεχνικῆς ἀπὸ γῆς βεβλαστήκασι, καὶ ἡ φύσις δὲ ἐξ ὄντων δημιουργοῦσα, ἐκ προνοίας τινὸς εὑροῦσα προϋπάρχουσαν ὕλην δημιουργεῖ. Εἰ οὖν ἡ ὕλη καὶ αὐτῷ τῷ δημιουργοῦντι τὸ ὅλον ὑπόκειται, τῷ θεῷ, λεγέτωσαν ποία τέχνη ταύτην προϋπεστήσατο, καὶ οὕτω τὸ σοφὸν αὐτῶν ἐλεγχθήσεται· πάντως γὰρ θείαν φήσουσι τοιαύτην προϋποστήσασθαι τέχνην. Ἀλλὰ δὴ καὶ ἐκ τῶν παρ' αὐτοῖς ὁμολογουμένων ἀπελέγξω τὸν ἰσχυρὸν αὐτῶν, ὡς οἴονται, λόγον, ὡς οὐ δεῖ τοῖς μερικοῖς τὴν τοῦ ὅλου ποιεῖσθαι ἀπόδειξιν· ἀστρονομίαν γὰρ δῆθεν ἀσπάζονται καὶ κίνησιν τοῦ παντὸς ὑποτίθενται. Εἰ οὖν τὴν ἀπόδειξιν ἐκ τῶν μερικῶν τοῦ ὅλου ποιοῦνται καί φασιν· Ἐπείπερ τῶν μερικῶν ἕκαστον ἐξ ὄντων ὁρᾶται γινόμενον, οὕτω καὶ τὸ πᾶν ὑπὸ θεοῦ ἔκ τινος πρότερον ὄντος γενέσθαι χρή, εὔλογον αὐτοὺς καὶ τὸ τοῖς μερικοῖς ἑπόμε- νον καὶ τῷ παντὶ συμβαίνειν ὑποτίθεσθαι. Καὶ ἐπειδὴ τῶν μερικῶν ἕκαστον κινεῖται καὶ τὸ πᾶν δὲ κινεῖται, ἄρα ὡς κινεῖται τὸ μερικὸν κινηθήσεται καὶ τὸ πᾶν. Ἀλλ' οὐχ ὁμοία τούτων ἡ κίνησις· τὰ μὲν γὰρ μερικὰ ἐξ ὅλου τὸν τόπον ἀμείβει, τὸ δὲ ὅλον οὐ μεθίσταται τοῦ οἰκείου τόπου, ἀλλὰ περὶ τὸ ἴδιον κέντρον ἐκπεριέρχεται, ἐπεὶ μὴ ἔστιν ἑτέρα χώρα εἰς ἣν μετασταίη ποτέ.