Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Καὶ πρὸς ἄλληλα δὲ καὶ αὐτῶν ἐκ τῶν μερικῶν τὴν τοῦ παντὸς γένεσιν κανονίζειν ἐπιχειρούντων, καὶ ὡς τὰ μερικὰ ἐξ ὄντων γίνεσθαι, οὕτω καὶ τὸ πᾶν ἐξ ὄντων γεγενῆσθαι φασκόντων, τὰ αὐτὰ ῥητέον ὅσα πρὸς ἔλεγχον Μανιχαίων διῆλθεν ὁ λόγος. Προσθετέον δὲ ὅτι ἀνάγκη τὰ τῶν μερικῶν καὶ ἐπὶ τοῦ ὅλου θεωρεῖσθαι· ἐπειδὴ τὰ μερικὰ ἐν γενέσει καὶ φθορᾷ θεωρεῖται, ἄρα καὶ τὸ ὅλον γενέσει καὶ φθορᾷ ὑποκείσεται καὶ οὐκέτι ἀγένητος καὶ ἄφθαρτος ἔσται κατὰ τοὺς τῶν Ἑλλήνων σοφοὺς ὁ κόσμος, ἀλλὰ γενητὸς ἅμα καὶ φθαρτός· ἅπερ ὁμολογεῖν οὐκ ἀνέχονται. Καὶ τούτοις μὲν τοῖς λόγοις ἀποδέδεικται μὴ ἀγένητον εἶναι τὴν ὕλην.