Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 12 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ἰστέον δὲ ὡς οὐδὲ τέχνη ἄνευ τῆς φύσεως καὶ θεοῦ ἐνεργήσει, οὔτε φύσις ἄνευ θεοῦ· οὐ γὰρ θέμις τοῖς δευτέροις ἄλλως ἢ μετὰ τῶν ὑπερκει- μένων ποιεῖν ἃ ποιοῦσι, τὴν μὲν τέχνην μετὰ τῆς φύσεως καὶ θεοῦ– ἄνευ γὰρ θεοῦ οὐδὲ τὸ κινεῖσθαι τοῖς ἀνθρώποις ὑπάρχει– τὴν δὲ φύσιν μετὰ τοῦ θεοῦ. Εἰ γὰρ καὶ διὰ μέσων τινῶν γίνεταί τινα τῶν ποιημάτων, ἀλλ' οὖν φανερὸν ὅτι αἴτιον καὶ τούτων ὑπάρχει τὸ καὶ τοῖς μέσοις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρέχον. Τῇ τέχνῃ δὲ καὶ τῇ φύσει τοῦ εἶναι αἰτίοις ὁ θεὸς δέδωκε δύναμιν. Οὐκοῦν πρῶτον αἴτιον τῶν ὄντων ἐστὶ θεὸς καὶ ὅσα μὲν ἀμέσως εἰς τὸ εἶναι παράγει ἄνευ ὕλης ἐξ οὐκ ὄντων δημιουργεῖ, ἅμα καὶ φύσιν ἐντιθεὶς τοῖς γενομένοις πρὸς διαμονήν τε καὶ ἀκολουθίαν τῶν ἐφεξῆς ἐξ αὐτῶν ἐσομένων, ὅσα δὲ διὰ μέσης τέχνης ἢ φύσεως ταῦτα ἐξ ὄντων ἐργάζεται.

Intertext edge

Open linked passage

Note