Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Ἐντεῦθεν οὖν λοιπὸν ἀνακύπτει τὸ παρὰ τοῖς ἀθέοις θρυλλούμενον· Εἰ μηδέν ἐστιν ἔξω τῆς τοῦ θεοῦ δημιουργίας, ὁ δὲ θεὸς ἀγαθός, δηλονότι ἀγαθὰ τὰ δι' αὐτοῦ γεγενημένα. Πόθεν οὖν τὰ κακά; Εἰ μὲν οὐσίαν ὑπειληφότες εἶναι τὸ κακὸν τοῦτο πυνθά- νονται, μωρίας ἀνάμεστός ἐστιν ἡ πεῦσις. Οὐ γὰρ ὑφέστηκε τὸ κακόν· ἐνέργεια γάρ τίς ἐστιν. Πᾶσα δὲ ἐνέργεια ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, οὔτε πρὸ τῆς τοῦ ἐνεργοῦντος κινήσεως ἤτοι πράξεως οὖσα, οὔτε μετὰ τὴν κίνησιν διαμένουσα. Μόνον δὲ τὸ ἀποτελεσθὲν πολλάκις πρὸς μνήμην τῆς πράξεως καταλιμπάνει. Ἢ οὖν πρᾶξίς ἐστιν ἢ ἐνέργεια· πᾶσα δὲ πρᾶξίς τινος οὐσίας ἐστὶ πρᾶξις καὶ ἄνευ οὐσίας οὐκ ἔστιν. Πῶς οὐσία τὸ μηδαμῶς καθ' ἑαυτὸ ὑφεστηκός, ἀλλὰ ἑτέρου δεόμενον εἰς τὸ εἶναι; Ἐπεὶ οὖν οὐκ ἔστιν οὐσία τὸ κακόν, ὡς ἀποδέδεικται, κἂν οἱ Μανιχαῖοι πρὸς τὴν ἀλήθειαν ἀπεχθῶς ἔχοντες διαφιλονεικήσωσιν, οὑτωσὶ περὶ τούτου διαληπτέον.