Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Τὸ κακὸν διττὴν ἔχει τὴν σημασίαν· δηλοῖ γάρ ποτε μὲν τὴν κάκωσιν, ποτὲ δὲ τὴν ἁμαρτίαν, καὶ κυρίως μὲν κακὸν ἡ ἁμαρτία, καταχρηστικῶς δὲ ἡ κάκωσις κακὸν ὀνομάζεται. Ἡ γὰρ κάκωσις οὐ πάντως κακή· πολλάκις δὲ καὶ σωτηρίας πρόξενος γίνεται, ἢ φυσικῆς τινος νόσου ἐπιγενο- μένης ἢ καὶ ἔξωθεν συμπτώματος ἡμῖν κακωτικοῦ συμβάντος. Εἰ δὲ ταῦτα κακὰ κυρίως ὑπῆρχε καὶ οὐ μᾶλλον παιδευτικὰ ἐκ θεοῦ προνοίας πρὸς σωφρονισμὸν ἀνθρώπων ἐξηυρημένα, οὐκ ἂν αἰτία τινὸς ἀγαθοῦ ἐγίνετο. Νῦν δὲ πολλάκις καὶ ἡ τούτων ἐλπὶς ἄγχει καὶ τοὺς ἄγαν εὐολίσθους πρὸς ἁμαρτίαν| καὶ θεὸν δεδοικέναι ποιεῖ καὶ ἀμύνειν τὴν ἐκ τούτων ἐπήρειαν, ἱκετεύειν ἡμᾶς διανίστησι τὸν θεὸν εἴτε θηρίον ἢ ἑρπετὸν ἢ πόλεμος ἢ λοιμὸς ἢ λιμὸς ἢ ἀσθένειά τις εἴη τὸ ἐλπιζόμενον ἢ συκοφαντία καὶ ἐπιβουλὴ ἐκ φαύλης προαιρέσεως ἀνθρώπων μηχανωμένη, ἥτις κυρίως μὲν κακόν ἐστι τῷ ποιοῦντι, ἁμαρτία τυγχάνουσα, τῷ δὲ πάσχοντι οὐ κυρίως κακόν, κακωτικὸν μέντοι· καὶ τὰ κακωτι- κὰ οὐ πάντως κακά, ἀλλὰ καὶ τοῖς κατὰ θεὸν ἀνδρείοις πρόξενα μεγίστης εὐδοξίας γίνεται παρ' ἀνθρώποις, εὐεργεσίας τε καὶ ἀμοιβὰς αἰωνίους θησαυρίζει τούτοις παρὰ θεῷ.