Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Μὴ οὖν τις ἀπατάσθω τὰ κακωτικὰ ὀνομάζων κυρίως κακά. Εἰ γὰρ κακόν ἐστι τὸ κακωτικὸν καὶ οὐ μᾶλλον παιδευτικὸν καὶ πρὸς δικαιοσύνην καὶ παντοίαν ἀρετὴν προκαλούμενον, μηδεὶς τυπτέτω τὸν υἱὸν ἁμαρτάνοντα, μηδεὶς ἐπαινείτω τὸν ἀρχήν τινα πεπιστευμέ- νον λῃστὴν καταβάλλοντα ξίφει ἢ θηρίοις πρὸς βρῶσιν ψήφῳ δικαστικῇ κυροῦντα παραδίδοσθαι, μηδεὶς τὸν ἰατρὸν ἐπαινῇ τῷ σιδήρῳ πάθος σεσηπὸς ἀποτέμνοντα· κακοῖ γὰρ τὸν ἰατρευόμε- νον. Μηδεὶς συγχωρείτω θηριακὰ ἐξ ἐχιδνῶν συντιθέναι, εἴπερ κακά, ὥς φασιν οἱ Μανιχαῖοι, τὰ ἑρπετά. Ἀλλ' ἀγνοοῦσιν οἱ ταῦτα ἀπείρως διαλοιδορούμενοι ὅτι καλόν ἐστι πᾶν ὅπερ ἀνελλιπῶς ἔχει πρὸς ὃ δεδημιούργηται παρὰ θεοῦ. Εἰ δέ, ὡς ἀποδέδεικται, πρὸς σωφρονισμὸν ἡμῶν ἐξηύρηται ταῦτα καὶ ἔστι προνοίᾳ θεοῦ, πῶς οὐ καλὰ λίαν ταῦτα, εἰ καί τινα αὐτῶν μὴ οὐσίαι τυγχάνουσιν, ἀλλὰ μόνον ἐκ φυσικῆς ἀσθενείας ἐπισυμβαίνουσιν.