Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Τῶν δὲ φυσικῶν τὰ μὲν ἀνάγκῃ φύσεως ἐπιτελεῖται. Ἀνάγκῃ δὲ φύσεως λέγω ταῦτα τελεῖσθαι ὅσα αὐτομάτως καὶ ἀκόντων ἡμῶν ὑπὸ τῆς φύσεως γίνεται, ὡς τὸ ἀποθνήσκειν καὶ αὔξειν μέχρι τῆς ὡρισμένης ἡλικίας τὸν ζῶντα. Τινὰ δὲ ἀκολουθίᾳ μὲν φύσεως γίνεται, ἐνδέχεται δὲ καὶ μὴ γενέσθαι, οἷον τὸ παιδοποιεῖν διὰ μίξεως· τοῦτο γὰρ τῶν ἐνδεχομένων ἐστίν· οὐ γὰρ πάντως ἐπακολουθεῖ τῇ μίξει παιδοποιΐα. Ταῦτα οὖν πάντα ὅσα ἀνάγκῃ φύσεως γίνεται ἄνευ ἁμαρτίας ἀποτελεῖται καὶ παρὰ τοῖς ἀνθρώποις τοῖς τῷ λόγῳ διοικουμένοις. Ὅσα δὲ ἐνδέχεται γίνεσθαι καὶ μὴ γίνεσθαι, ἐπὶ μὲν τῆς ἀλόγου φύσεως ἀνεύθυνα τυγχάνει, οἵαν δ' ἂν ἔχοι τὴν ἐνέργειαν· οὐ γὰρ ἔχουσι λόγον κατὰ φύσιν δοκιμάζοντα τὰ πρακτέα· ἐπὶ δὲ τῶν ἀνθρώπων, ἅτε δὴ λόγῳ ῥυθμιζομένων, ἐστὶν ἐνίοτε ταῦτα κυρίως κακά, ὅτε δὴ μὴ λόγος ὀρθὸς ἡγεῖται τῆς πράξεως ἐκ ῥαθυμίας ἡμῶν ἀσθενήσας ἢ καὶ παντελῶς πυρωθεὶς ταῖς ἐπιθυμίαις τῶν ἡδυπαθειῶν. Ἁμαρτία γάρ ἐστιν ἡ τῶν κατὰ φύσιν ἐνδεχομένων γενέσθαι τε καὶ μὴ γενέσθαι ὑπὸ τῶν λογικῶν ἀλόγιστος αἵρεσίς τε καὶ χρῆσις· ἀρετὴ δὲ ἀνθρώπου τὸ δύνασθαί τι πράττειν, ὑπό τε τῆς φυσικῆς κινήσεως ἐρεθίζεσθαι, εἰ δὲ ἄτοπον εἴη τοιῶσδε γινόμε- νον ἢ καὶ παντελῶς γινόμενον, ἀπέχεσθαι τῆς πράξεως τούτου κυβερνήτῃ λογισμῷ κεχρημένον καὶ καταπατεῖν τῆς ἡδυπαθείας τὸ δέλεαρ.