Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Ἀλλά φασιν· Τί γὰρ| οὐκ ἀνεπιδέκτους πεποίηκεν ὁ θεὸς τοῦ ἁμαρτάνειν ἡμᾶς, ἵνα μηδὲ ἑκόντες ἁμαρτάνοιμεν; Οἱ δὲ τὰ τοιαῦτα προβαλλόμενοι ἐοίκασιν ἀγανακτεῖν ὅτι μὴ λίθους καὶ ξύλα πεποίηκεν αὐτοὺς ὁ θεὸς καὶ μέμφεσθαι τὸν εὐεργέτην ὅτι λογικοὺς τοὺς ἀνθρώπους εἰργάσατο καὶ οὐ μᾶλλον ἀκινή- τους πρὸς αἵρεσιν ἀγαθοῦ τε καὶ πονηροῦ. Εἰ δέ φασιν· Ἔδει ἡμᾶς πεποιῆσθαι λογικοὺς καὶ εἰδέναι ἀγαθόν τε καὶ πονηρόν, ἀτρέπτως δὲ ἐν τῇ τοῦ ἀγαθοῦ ἵστασθαι πράξει, οὐδὲν ἕτερον ἔοικασί μοι ζητεῖν, ἀλλ' ὅτι οὐκ ἔδει ἡμᾶς ἀνθρώπους γεγονέναι, ἀλλὰ τῆς αὐτῆς φύσεως εἶναι τῷ θεῷ· μόνος γὰρ ὁ θεὸς ἀδυνάτως ἔχει πρὸς τὸ ποιεῖν τὴν ὄντως κακίαν. Ὅθεν φησὶν ὁ ἀπόστολος ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν. Ἡ γὰρ κακία ἀσθένειά τίς ἐστιν ἐνθεωρουμένη τοῖς γενητοῖς· παρὰ δὲ τῷ ἀγενήτῳ ποῖον ἴχνος ἔσται τῆς ἀσθενείας; Εἰ δὲ τῆς αὐτῆς ἦμεν φύσεως τῷ θεῷ, οὐκέτι ἦμεν αὐτοῦ δημιουργήματα, ὄντες φύσει θεοί, ὡσπεροῦν ἐκεῖνός ἐστι θεός. Ἀλλ' ἐπειδὴ οὐδεὶς τοσοῦτόν ἐστι παραπλὴξ ὡς ὑπεραίρεσθαι καὶ ἀπαιτεῖν ἑαυτὸν εἶναι θεὸν ἄνθρωπος ὤν– τὰ γὰρ τοιαῦτα φρονεῖν τῶν παρανόμων Μανιχαίων ἴδιον, οἰο- μένων τὰς ἡμῶν ψυχὰς συναϊδίους εἶναι τῷ θεῷ καὶ ὁμοίους– ἐξεταστέον τὸ τῆς λογικῆς φύσεως μέτρον καὶ οὕτω τὸν περὶ τοῦ ἁμαρτάνειν λόγον διεξιτέον.