Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 19 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
Φαμὲν οὖν ὡς παντὶ τῶν λο- γικῶν κτισμάτων μέτρον τι ὥρισται πρὸς ἀρετὴν καὶ τέλειόν ἐστί τε καὶ γνωρίζεται, ᾧ μηδὲν ἐλλείπει τῆς οἰκείας πρὸς τελειότητα φύσεως· τὸ δὲ τοιοῦτο ὑπερβῆναι μὲν ἀδύνατον, ἀφικέσθαι δὲ πρὸς τὸ ὡρισμένον μέτρον ἐντελὴς ἀρετή. Οὔτ' οὖν ἀνθρώπους τοὺς ἔτι θνητοὺς καὶ ἐπικήρους ἀπαιτητέον ἀγγελικὴν ζωήν, οὔτε μὴν ἀγγέλους ἀπομιμεῖσθαι τὴν ὑπὲρ πάντα νοῦν καὶ κατάληψιν τοῦ θεοῦ δύναμιν. Τὸ γὰρ ὑπὲρ δύναμιν ἀπαιτεῖν ἕκαστον τῆς ἑαυτοῦ δυνάμεως παραφρονοῦντος λογισμοῦ τυγχάνει γνωρί- σματα. Τί τοίνυν μέτρον ὥρισται ἀνθρώπῳ πρὸς ἀρετὴν ἐπειγομένῳ; Δῆλον ὡς κατόρθωσιν φήσουσι σωφροσύνης, δικαιοσύνης, ἀνδρείας καὶ ὅσα τοιαῦτα τυγχάνει. Ταῦτα δὲ διακρίνειν οὐχ οἷόν τε ἦν, εἰ μὴ φρονήσεως σπέρματα τῇ φύσει ὁ θεὸς προκατεβάλετο, ὡς διακρίνειν ἡμᾶς τῶν ἐναντίων τὴν φύσιν· καὶ καθάπερ οἱ τέκτονες σπάρτῳ τῶν ξύλων τὰ σκολιὰ διευθύνουσι τὸ περιττὸν καὶ ἔξω τῆς εὐθείας γραμμῆς περικόπτοντες, οὕτω καὶ ἄνθρωποι τῶν ἐναντίων πράξεων τὸ διάφορον, ὡς μὴν στάθμῃ τινὶ τῷ λόγῳ κεχρημένοι τὸ μὴ δεόντως γινόμενον ὡς ἀπόβλητον ἐκκαθαίρουσι τῆς ἑαυτῶν ἐργασίας πόρρω τιθέμενοι.

Intertext edge

Open linked passage

Note