Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ἤρκει μὲν οὖν ὅσα πρὸς ἔλεγχον τῆς ἀθέου πλάνης τῶν Μανιχαίων ἐν τοῖς προλαβοῦσι διελέχθημεν. Ἀλλ' ἵνα μή τις ἑτέραις ἀκάνθαις ἀσεβείας περιπειρόμενος πληγείη τὸν νοῦν, οὐκ ὀκνήσω καὶ ζητημάτων ἑτέρων ἐπιμνησθῆναι, δεικνὺς τί τέ ἐστι τὸ κακὸν καὶ πόθεν ἐστίν· τοῖς τοιούτοις γὰρ ζητήμασι κεχρημένοι παρατρέπειν ἐγχειροῦσι τοὺς ἁπλουστέρους. Πρότε- ρον οὖν διαληπτέον περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ καλοῦ, τί δηλοῖ τούτων ἑκάτερον· ἕτερον γὰρ δηλοῖ τὸ καλόν, ἕτερον δὲ τὸ ἀγαθόν. Καὶ καλὸν μέν ἐστι τὸ συμμετρίᾳ μελῶν εὐηρμοσμένον καὶ ἀνελλιπῶς ἔχον πρὸς ὃ γεγένηται ὑπὸ τοῦ δημιουργήσαντος. Διὸ γέγραπται· Ἰδοὺ καλὰ λίαν περὶ τῆς τῶν κτισμάτων οὐσίας· πάντα γὰρ καλὰ πεποίηκεν ὁ θεός, αἰσθητά τε καὶ νοητά. Περὶ πάντων γὰρ ἐπιφέρει λέγων· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε καὶ ἰδοὺ καλὰ λίαν, συμπεριλαβὼν τοῖς αἰσθητοῖς τῶν ἀσωμάτων τὴν ποίησιν. Μετὰ γὰρ τὴν ἀνθρώπου δημιουργίαν, τὴν ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συνεστῶσαν, τοῦτό φησι Μωϋσῆς.