Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 20 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Καὶ οὗτος μὲν ὁ λόγος τῆς φρονήσεως δι' ἣν αἰτίαν ταύτην ἐνετύπωσε ταῖς λογικαῖς ψυχαῖς ὁ θεός· σωφροσύνης δὲ καὶ δικαιοσύνης ἅμα δὲ καὶ ἀνδρείας δύναμιν ἡμῖν ἐνεποίησε πρὸς κατόρθωσιν ὁ θεός, οὐ τὴν πρὸς τὰ ἐναντία δύναμιν ἀφελόμενος. Βούλεται γὰρ διὰ τῆς τῶν ἀντικειμένων ἐν ἐξουσίᾳ παραθέσεως εὐδοκίμους τοὺς ἀνθρώπους ἀποδείκνυσθαι. Εἰ γὰρ αἱ ἀρεταὶ καθ' ἑαυτὰς ὑπῆρχον, οὐκ ἂν ἐγνωρίζοντο· οὐ γὰρ ἐξ ἀδυναμίας τοῦ ποιεῖν τὰ ἐναντία γνωρίζεται τῆς ἀρετῆς ἡ εὐπρέπεια. Τίς γὰρ ἐπαινέσει λίθον σωφρονοῦντα, ᾧ μὴ πάρεστι καὶ τὸ ἐναντίον πρὸς ἐργασίαν; Ὁμοίως τίς ἐπαινέσει ξύλον μὴ συκο- φαντοῦν ἢ ἵππον ἢ ὄνον μὴ ψευδόμενον; Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ὁ αὐτὸς παρὰ πᾶσι διασῴζεται λόγος. Ἀρετὴ οὖν γνωρίζεται| ἐκ τοῦ δύνασθαι ποιεῖν καὶ τῶν ἐπαινουμένων πράξεων τὰ ἐναντία. Πῶς οὖν ὁ σώφρων γνωρισθείη μὴ κατ' ἐξουσίαν προ- κειμένης τῆς ἀσελγείας καὶ ταύτην πράττειν δυνάμενος εἰ βουληθείη; Πῶς δὲ ὁ ἀνδρεῖος, μὴ τῶν πτοούντων ἐπανισταμένων; Πῶς δὲ καὶ δίκαιος, εἰ μὴ καὶ ἡ πλεονεξία χώραν ἔχει γίνεσθαι παρ' αὐτοῦ;

Intertext edge

Open linked passage

Note