Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 21 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Οὐχ ὅτι ἀνάγκῃ δεῖ τὴν κακίαν ἐνεργὸν εἶ- ναι, ἵνα ἡ ἀρετὴ διὰ τῆς ἀντιπαραθέσεως δειχθείῃ, ἄπαγε τῆς δυσφημίας, ἀλλ' ἵνα μὴ γίνοιτο ἡ κακία τοῦ πράττοντος ἐπ' ἐξουσίας ἔχοντος ταύτην ἐργάζεσθαι. Φέρε γὰρ εἰ ὑπό τινος ἀλήθειά τις ῥηθείη, ἆρα οὐχ ὁ τοιοῦτος ἐδύνατο ταύτην ἀπο- κρυψάμενος ψεῦδος ἀντὶ τῆς ἀληθείας δημοσιεῦσαι, ὡς ἑκάτερον ἔχων ἐπ' ἐξουσίας; Εἰ δὲ τὸ ψεῦδος ἀπεκρύψατο δι' ἀρετήν, οὐ παρὰ τοῦτο τοῦ ἐναντίου τὴν ἐργασίαν ποιεῖν οὐκ ἐδύνατο; Ἴσχυε γὰρ τοῦτο ποιεῖν, εἴπερ ἠβουλήθη. Ἀσθενὴς γάρ ἐστι τῶν ἀνθρώπων ἡ φύσις καὶ ἀσθενοῦσα πρὸς ψεῦδος ἐπιρρεπὴς τυγχάνει καὶ πρὸς τὰς ἄλλας κακίας, εἰ μὴ λογισμὸς ὀρθὸς αὐτὴν νευρώσας ἀνακρούσειεν τῆς ἐπὶ τὸ κρεῖττον φορᾶς. Ἰδοὺ καὶ τὸ θρυλλούμενον ἀποδέδεικται ὅτι τε ἀναγκαῖον πρὸς ἀρετὴν τὸ τῆς αὐτεξουσιότητος δώρημα τοῖς ἀνθρώποις καὶ ὅτι ἐκ μόνης προαιρέσεως καὶ αὐτεξουσιότητος ὑπάρχει τὰ κυρίως κακά· τὰ δὲ ἕτερα, ὅσα κακὰ ὑπάρχει, παρὰ θεοῦ γινόμενα, παιδευτικὰ τῶν ἀνθρώπων εἰσί, παιδαγωγοῦντα μᾶλλον πρὸς ἀρετήν. Διὸ οὔτε κυρίως κακὰ ταῦτα λεκτέον· πῶς γὰρ τὸ κακὸν αἴτιον ἔσται τινὸς ἀγαθοῦ;

Intertext edge

Open linked passage

Note