Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 22 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Ἀλλ' ἴσως φασίν· Ἔστω καθ' αἵρεσιν γίνεσθαι τὴν ἁμαρτίαν καὶ μὴ γίνεσθαι καὶ τῶν ἐνδεχομένων ἑκάτερον εἶναι. Πόθεν οὖν ἡμῖν αἱ ἐνθυμήσεις τῶν φαύλων πράξεων ἐπανίσταν- ται, εἰ μὴ πονηρά τις δύναμις ταύτας ἡμῖν ὑπετίθετο; Πρὸς οὓς συντόμως ἐστὶν εἰπεῖν ὅτι τῆς τῶν λογικῶν φύσεως ἴδιον γνῶσιν ἔχειν τῶν ἐναντιότητα καὶ διαφορὰν ἐχόντων πρὸς ἄλληλα, ὡς ἤδη διὰ πλειόνων ἀποδέδεικται. Φρόνησις γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ δύναμις λογική, διακριτικὴ τῶν οὐχ ὁμοίως ἐχόντων. Ἀναγκαῖον οὖν ὧν τὴν ἐπιστήμην εἰλήφαμεν πρὸς διάκρισιν τούτων δι' ἐνθυμήσεως ἀκαριαίως τὸν νοῦν ἀντιλαμβάνεσθαι. Ἡ μὲν γὰρ γνῶσις ἀναγκαία τοῦ διειδέναι τῶν ἐναντίων τὴν φύσιν, δοκιμάζεται δὲ τὰ ἐγνωσμένα, κινοῦντος τοῦ νοῦ ταῦτα ἐν ἑαυτῷ διὰ τῆς ἐνθυμήσεως· οὐ γὰρ ἔξωθεν ὑποσπείρεται καὶ ἀνατυποῦ- ται τῷ νῷ ὑπὸ τοῦ διαβόλου τῆς ἁμαρτίας ἡ ἐνθύμησις, ἀλλ' ἀπὸ τῶν ἐν ἡμῖν κινημάτων τὴν πεῖραν ἡμῖν προσάγει, συνεργῷ πρὸς τοῦτο κεχρημένος τῇ κινήσει τῆς φύσεως.

Intertext edge

Open linked passage

Note