Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Ἡ δὲ τῆς σαρκὸς κίνησις οὐχ ἁμαρτία καθ' ἑαυτήν, ὡς ἀποδέδεικται· ἄλογος γὰρ ἡ σάρξ, οὐδὲν δὲ ὑπὸ ἀλόγου γινόμενον ἁμαρτία. Τῇ δὲ τῆς ψυχῆς πρὸς τὴν σάρκα συναφείᾳ γίνεται τοῦ συναμφοτέρου ἡ ἁμαρτία, τοῦ χείρονος κρατοῦντος τοῦ κρείττονος, οὐκ ἀδυναμίᾳ τοῦ κρείττονος, ἀλλ' ἡμῶν περὶ τὴν εὐεξίαν τοῦ σώματος πᾶσαν σπουδὴν τιθεμένων, ὑπερορώντων δὲ τὴν λογικὴν καὶ κρείττονα μοῖραν. Εἰ δέ τις δι' ἀσκήσεως| ἀρετῆς μικρὰ τῆς σαρκὸς καὶ ὅσον ἐστὶν ἀναγκαῖον ἐπιμελόμενος τὸ πλέον ἀπονέμει τῷ καθηγεμόνι λογισμῷ, οὗτος ἄπταιστον, ὡς ἔστιν ἐφικτὸν ἀνθρώπῳ, διακυβερνήσει τὸν βίον, ῥυθμίζων τὴς σαρκὸς τὰς ὀρέξεις ἐπὶ τὸ εὖ ἔχον καὶ εὐάρεστον τῷ θεῷ· ὥστε οὐχ ἡ κίνησις τῆς σαρκὸς ἁμαρτία, ἀλλ' ἡ τοῦ συναμφοτέρου παράλογος πρᾶξις, ὅταν ὁ ἐφεστηκὼς λόγος τὰς ἡνίας ἐπιτρέψειε θυμῷ τε καὶ ἐπιθυμίᾳ τῇ ἀλόγῳ συνωρίδι ἑαυτὸν ὑποκλίνας, οὐκ ἄγειν κατὰ τὴν ἀξίαν, ἄγεσθαι δὲ μᾶλλον ἑλόμενος.