Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 24 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
Ἀλλὰ πρὸς τοῦτό φασιν· Τί δὲ ὅλως κίνησιν ἔχειν τὴν σάρκα πεποίηκεν ὁ θεός; Ἐγώ σοι περὶ τούτου πυνθανομένῳ διευρύνων τὸν λόγον, ὡς οἷόν τε δια- σαφήσω τὸ βουληθέν. Λογικοὺς ἡμᾶς πεποίηκεν ὁ θεός, μεγίστῃ δωρεᾷ τῷ λόγῳ διακοσμήσας. Τοῦτο τοίνυν ἐνεργὸν ἐν ἡμῖν εἶναι βουλόμενος, ἐναντίως ἔχειν πρὸς ἑαυτὰ πλεῖστα τῶν φαινομένων πεποίηκεν, ὡσπεροῦν τὴν νύκτα πρὸς τὴν ἡμέραν, τάς τε τροπὰς τοῦ ἔτους πρὸς ἑαυτὰς καὶ τῶν στοιχείων τὰς ποιότητας, ἵνα ἐν τούτοις ὥσπερ τις ἡμῖν γυμνασία τοῦ λογικοῦ προσγένηται τὴν διάγνωσιν αὐτῶν δυναμένοις κατὰ παράθεσιν ποιεῖσθαι. Οὕτω δῆτα καὶ διὰ τῆς τῶν λοιπῶν σωματικῆς δημιουργίας οὐδ' ἓν εἶδος, πλείστας δὲ διαφορὰς πρὸς τὴν τοῦ λόγου γυμνασίαν ἐδημιούργησεν ὁ θεός. Τὰ μὲν γὰρ τῶν σωμάτων ὄγκῳ καὶ σχήματι καὶ ποικιλίᾳ χρωμάτων διεκόσμησεν· τὰ δὲ πρὸς τοῖς εἰρημένοις ἔχειν πεποίηκε τὸ τρέφεσθαι τὴν πλησίον ἰκμάδα τῆς γῆς ἐπισπώμενα, αὔξειν τε καὶ τίκτειν καρποὺς καὶ ὁμογενῆ βλαστάνειν φυτά. Ἕτερα πάλιν τὴν τούτων φύσιν ἐπαναβεβηκέναι ποιεῖ, προσθεὶς αἴσθησιν ἄλογον, οἷα τυγχάνει τῶν ὀστρέων καὶ σπογγίων τὰ γένη καὶ ὅσα τοιαῦτα. Οὐκ ἠρκέσθη ταῖς τοσαύταις διαφοραῖς, ἀλλὰ καὶ κίνησιν ὀρεκτικήν τε καὶ μεταβατικὴν ἑτέροις προσεφιλοτιμήσατο, τὴν πάνσοφον αὐτοῦ δύναμιν ἐπιδεικνύμενος.

Intertext edge

Open linked passage

Note