Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 25 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Τούτων δὲ τῶν εἰρημένων οὐδὲν τῆς κρείττονος ἔτυχε φιλοτιμίας μὴ πρότερον τῆς ἥττονος ἀπολαῦσαν. Δεῖ γὰρ πρότε- ρον εἶναι καὶ οὕτω τῆς ἑξῆς δωρεᾶς ἀπολαύειν καὶ μετὰ ταύτην τῆς ἔτι κρείττονος. Ἐπεὶ οὖν ἔδει καὶ λογικῷ ζῴῳ τουτονὶ τὸν αἰσθητὸν κόσμον δι' ἀγαθότητα τοῦ θεοῦ κεκοσμῆσθαι καὶ λογικὴν φύσιν ἀναμεμίχθαι τοῖς αἰσθητοῖς τῶν ὁρωμένων, ὅσα κάλ- λιστα τυγχάνει τῷ σωματικῷ τῆς ψυχῆς ὀργάνῳ ἐνεδημιούργησεν· τρέφεται γὰρ καὶ αὔξει, γεννᾷ τε καὶ αἴσθησιν ἔχει καὶ κίνησιν ὀρεκτικήν τε καὶ μεταβατικήν, ἃ πάντα διακυβερνᾶν ἐπιτέτραπται παρὰ τοῦ δημιουργοῦ τὸ ἐν ἡμῖν λογικόν τε καὶ νοερόν. Ἄτοπον γὰρ ἦν τοῦ κρείττονος τὸ σῶμα τυχεῖν, φημὶ δὲ τῆς λογικῆς ψυχῆς, μὴ πρότερον τῶν ἡττόνων τὴν εὐκληρίαν κτησάμενον. Τίς γὰρ τῶν εὖ φρονούντων, μή τί γε δὴ θεός, τὰ μεγίστα δωρούμε νος, φθονήσειε τὼν| μικρῶν; Ἔχεις τῆς ἀπορίας τὴν λύσιν, δι' ἣν αἰτίαν τὴν σάρκα κίνησιν ἔχειν πεποίηκεν ὁ θεός.

Intertext edge

Open linked passage

Note