Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 26 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1
Ἐπεὶ οὖν τὸν ἄνθρωπον οὕτω δεδημιούργηκεν ὁ θεὸς μεθόριον ὄντα λογικῶν τε καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, τῇ μὲν ψυχῇ τὴν τοῦ καλοῦ τύπωσιν ἐτύπωσεν, ὑπερορᾶν τε πεποίηκε τῶν ἐπικήρων τε καὶ μηδαμῶς ἱσταμένων, ὀρέγεσθαι δὲ τῆς τῶν αἰωνίων καὶ καταλλήλως ἐχόντων τῇ τῆς ψυχῆς φύσει καλῶν· ἀθάνατος γὰρ αὐτὴ τυγχάνουσα, τῶν ἀθανάτων ἐρᾷ. Τῷ δὲ σώματι δέδωκε πρὸς τὰ γήϊνα ῥέπειν, τὰ μηδαμῶς ἑστηκότα, μεταβολὴν δὲ ἄλλοτε ἄλλην ἐπιδεχόμενα· τὸ γὰρ ἐκ γῆς δημιουργηθὲν τοῦ συγγενοῦς ἐπιποθεῖ τὴν ἀλλοίωσιν καὶ ὡς αἰσθητικὸν τῶν λείων τε καὶ τῶν αἰσθήσει προσηνῶν ἀπολαύειν ἐπείγεται καὶ ὡς ἐπίκηρον τῶν προσκαίρων ἀντέχεται.

Intertext edge

Open linked passage

Note