Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Σύνθετος οὖν ἐκ ψυχῆς καὶ σώματος ὑπάρχων ὁ ἄνθρωπος, ἀμφοτέρων ἀρχὴν εἰληφότων τοῦ εἶναι διὰ τῆς πανσόφου τοῦ θεοῦ δημιουργίας, πρὸς ἑκατέραν φύσιν μερίζεται, ἀνθελκόμενος πρὸς γῆν τε καὶ οὐρα- νόν· ὁμοφυῶς γὰρ ἔχει ψυχῇ τε καὶ σώματι πρὸς ἑκάτερα. Ἐντεῦθέν ἐστι μὲν ἀνθρώπων οὐδεὶς ὃς οὐχὶ τῷ λογικὸν εἶναι ἐπίσταται τὸ καλὸν ὃ τί ποτέ ἐστι· κἂν ἕτερον ἀδικεῖν ἐθέλῃ, ἀδικεῖσθαι αὐτὸς οὐκ ἀνέχεται, ἐντεῦθεν ἔλεγχον ἔχων τὴν τοῦ κρείττονος εἴδησιν. Εἰ γὰρ καὶ τῆς ψυχῆς ἀπαμβλύνεται τῆς ἐνεργείας ἡ κατὰ φύσιν ὀξύτης, τῇ τοῦ σώματος νωθρείᾳ συνεζευγμένης, ἀλλ' οὐκ ἀποβάλλει τελέως τὰς ἑαυτῆς δυνάμεις, ἀλλ' ὡς τὴν ζωὴν μεταδιδοῦσα τῷ σώματι αὐτὴ τοῦ ζῆν οὐ παύεται, οὕτω καὶ τῶν λοιπῶν αὐτῷ κοινωνοῦσα οὐκ ἀπόλλυσι τὴν ἐμπειρίαν. Ἀλλὰ μὴν καὶ τὴν ἐπὶ τὰ χείρω ῥοπήν, τὴν ἐκ σώματος ἡμῖν ἐπιγενομένην, δείκνυσιν ἡ δυσκολία, μεθ' ὅσης κατορθοῦν τὴν ἀρετὴν ἔθος τοῖς βουλομένοις. Ἑκάτερον οὖν, ψυχή τε καὶ σῶμα, μεγίστην ἔχει τὴν δύναμιν πρὸς ὃ πέφυκε γεγονός, οὔτε τῆς περὶ τὸ χεῖρον ῥοπῆς ἀφελεῖν ποτὲ δυνηθείσης τῆς ψυχῆς τοῦ καλοῦ τὴν μάθησίν τε καὶ γνῶσιν, οὔτε μὴν τῆς ἐνούσης ἡμῖν εἰδήσεως τοῦ καλοῦ τὴν περὶ τὸ ἐναντίον ἀφελο- μένης ῥοπήν. Εἰ μὲν γὰρ μετὰ τῆς τοῦ καλοῦ μαθήσεως καὶ τὴν ῥοπὴν ἐπὶ τὸ καλὸν πᾶσαν ἡμῖν ἐνεῖναι πεποίηκεν ὁ θεός, ἀγυμνάστως καὶ ἀδιστάκτως μᾶλλον δὲ ἀλόγως ἡ τοῦ καλοῦ πρᾶξις ἡμῖν προσεγίνετο. Ἐπειδὴ δὲ τῷ μὲν σώματι ἔνεστιν ἡμῖν ἡ ἐπὶ τὸ ἐναντίον ῥοπή, τῇ δὲ ψυχῇ τὸ καλὸν διδασκόμεθα, τοῦτο τοῦ θεοῦ σοφῶς τεχνιτευσαμένου, ἵνα σὺν ἱδρῶτι καὶ πόνῳ ὁ ἀπὸ γῆς πλασθεὶς ἄνθρωπος ἐπιδειξάμενος ἔχῃ καὶ τοῖς οἴκοθεν ἀποσεμνύνεσθαι κατορθώμασιν, ὑπὸ μὲν τῆς τοῦ σώματος φύ- σεως ἐπὶ τὰ προσηνῆ καὶ φίλα τοῖς προσκαίροις καὶ συγγενέσι τῆς γῆς κατασπώμενος, τῇ δὲ ψυχῇ τοῖς παρὰ θεοῦ κεκελευσμέ- νοις ἑπόμενος, τί τε πρακτέον καὶ τίνος πράξεως ἀφεκτέον μαθὼν ἀήττητος μείνῃ, τῷ τῆς ψυχῆς λόγῳ ἄγχων τὰς ἐνδεχομένας γενέσθαι τε καὶ μὴ γενέσθαι φυσικὰς| τοῦ σώματος ὀρέξεις ἢ περικόπτων· ὥστε γυμνασίας χάριν πεποίηκεν ὁ θεὸς τὰς τῆς σαρκὸς κινήσεις, ἵνα μὴ ἀστεφάνωτος ἄνθρωπος γένηται, ὡς ῥᾷστα κατορθώσας τὴν ἀρετὴν ἄνευ τινὸς ἀντιπαλαίοντος. Τοῦτο δὲ οὐκ ἀγένητον, οὔτε μὴν ἐξ ἀντικειμένης τῷ θεῷ δυνάμεως δείκνυσι τὴν κακίαν, ἀλλὰ μᾶλλον τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φυσικὴν κίνησιν, ἥτις καθ' ἑαυτὴν ἁμαρτίας ἴχνος οὐκ ἐπιδείκνυται. Εἰ δὲ ἡ ψυχὴ κατασπασθείη καὶ τὴν οἰκείαν τάξιν ἀφεῖσα τοῖς τοῦ σώματος κινήμασιν ἀλόγως ἑαυτὴν ἐπιδῴη, τότε τὸ γενόμενον ἁμαρτία τυγχάνει ψυχῆς ἐξυπηρετουμένης τοῖς τοῦ χείρονος δόγμασιν καὶ ὡς ἕν τι ζῷον ὁ ἄνθρωπος ἁμαρτάνων κολάζεται ψυχῇ τε καὶ σώματι.