Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Καὶ ἡ ὕλη οὖν, ὡς ἔφην– ἐπαναληπτέον γὰρ ὅθεν ἐξέβη ὁ λόγος– εἰ ἀγένητος ἦν, ἀσχημάτιστος καὶ ἄποιος οὖσα, πῶς οὖν δη- μιουργηθήσεται ἀγένητος οὖσα καὶ μὴ δυναμένη προσλαβεῖν ὃ μὴ ἀεὶ ἦν ἐν αὐτῇ; Εἰ δὲ σχῆμα καὶ ποιότητα καὶ ποσότητα τὴν ὕλην ἔχειν φασίν, οὐκ ἀγένητος ὑπάρχει, ὡς ἀποδέδεικται, ἀλλὰ μᾶλλον γενητὴ ἐξ οὐκ ὄντων σὺν τοῖς σχήμασι καὶ ποιότησι παρὰ θεοῦ παραχθεῖσα. Ποιότης γὰρ καὶ ποσότης ἴδια τῶν γενητῶν.