Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 5 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ὃ οὖν ἔφην, τὸ ἀγαθὸν ἐπὶ θεοῦ οὐσία τυγχάνει. Ἐπὶ δὲ τῶν γενητῶν ἐνέργειά τίς ἐστι περὶ τὸ ἐκτὸς γινομένη καὶ συμβεβηκὸς ὑπάρχει, διὰ πράξεως ἢ νοητῆς θεωρίας καὶ προσοχῆς κατορθούμενον. Καὶ διὰ πράξεως μὲν ἄνθρωποι, σαρκὶ συζῶντες, κατορθοῦσι τὸ ἀγαθόν, αἱ δὲ νοεραὶ δυνάμεις διὰ θεωρίας καὶ προσοχῆς. Ἐπεὶ οὖν συμβεβηκός ἐστι τὸ ἀγαθὸν ἐπὶ τῶν γενητῶν, πάντως ἐπὶ τούτων καὶ προτερεύει τὸ εἶναι τοῦ ἀγαθὸν εἶναι· δεῖ γὰρ εἶναι τὸ ὑποκείμενον, ἵν' οὕτως τὸ συμβεβηκὸς ἐν αὐτῷ θεωρηθείη, εἴτε χωριστὸν ἢ ἀχώριστον εἴη. Ἐπὶ δὲ τοῦ ἀγενήτου θεοῦ, ἀεὶ ὢν ὁ θεός, ἀεὶ καὶ ἔστιν ἀγαθός· οὐ γὰρ ἕτερον ἔχει τὸ εἶναι καὶ ἕτερόν τι τὴν ἀγαθότητα, ἀλλ' αὐτῷ τῷ εἶναι ἔχει τὴν ἀγαθότητα. Διὰ τῶν εἰρημένων οὖν πᾶσι προφανὲς ὅτι τὸ πονηρὸν οὐκ ἔστιν ἐναντίον τῷ θεῷ, οὐσίᾳ ὄντι ἀγαθῷ· τῇ γὰρ οὐσίᾳ οὐδὲν ὅλως ἀντίκειται. Τῷ δὲ κατὰ τὸ συμβεβηκὸς ἀγαθῷ, τῷ ἐν τοῖς γενητοῖς θεωρουμένῳ, ἀντίκειται τὸ πονηρόν· διὰ γὰρ φαύλης πράξεως γινόμενον ἀντίκειται τῷ διὰ πράξεως ἀγαθῆς γινομένῳ. 6. Τούτων οὕτως ἀποδεδειγμένων, πῶς οὐ βδελυκτέον τοὺς Μανιχαίους οἵ φασιν· Ἦν θεὸς καὶ ὕλη, ἀγαθὸν καὶ πονηρὸν ἐν τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινω- νεῖν θάτερον θατέρῳ, ἀγένητά τε καὶ ζῶντα ἄμφω. Ῥητέον οὖν πρὸς αὐτούς· Πῶς οὐκ ἀλλόκοτος ὑμῶν ἐστιν ὁ λόγος; Εἰ γὰρ ἄκρως ἐναντία κατὰ τοὺς ὑμῶν φληνάφους θεός τε καὶ ὕλη, ὡς μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ, κατὰ τὸ δοκοῦν ὑμῖν ὡς ἔτυχεν ἀποφαινόμενοι, πῶς ὅλως ἐναντία ἔσται ἀλλήλοις κοι- νωνοῦντα κατὰ μηδέν; Ἴδιον γὰρ τῶν ἐναντίων κοινωνεῖν ἀλλήλοις κατὰ τὸ γένος, οἷον μέλαν καὶ λευκὸν κοινωνοῦσι τῷ ἑκάτερον εἶναι χρῶμα, καὶ πάλιν θερμὸν καὶ ψυχρὸν τῷ ἑκάτερον εἶναι ποιότητα, ὅπερ ἐπὶ τῆς μυθευομένης ὑμῖν ὕλης καὶ θεοῦ διδόναι οὐ βούλεσθε, ἀνοήτως φάσκοντες ἐναντία τε εἶναι καὶ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ. Ἄλλως τε τὰ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικὰ καὶ οὐ δύνανται κατ' ἐνέργειαν ἅμα συμβῆναι τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὑπὸ τὸν αὐτὸν χρόνον. Πῶς οὖν ἐν τῷ αὐτῷ κτίσματι, οἷον τῷ καυστικῷ καὶ φωτιστικῷ πυρὶ ἢ θρεπτικῷ καὶ πνικτικῷ ὕδατι, καθ' ὑμᾶς ἅμα ὑπάρχουσι κατ' ἐνέργειαν, δι' ὅλου κατὰ τὸ αὐτὸ θεός τε καὶ ὕλη, ὡς αὐτοὶ μυθολογεῖτε, ἐναντία φάσκοντες εἶναι τὰ μηδαμῶς ἐναντία τυγχάνοντα;

Intertext edge

Open linked passage

Note