Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus Manichaeos ii
Joannis Presbyterii 7 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ἄλλως τε τὰ ἐναντία ἢ ἄμεσά ἐστιν ἢ ἔμμεσα. Τὰ ἄμεσα κρᾶσιν οὐκ ἐπιδέχεται, ἀλλὰ μᾶλλον ἀλλήλων ἐστὶν ἀναι- ρετικά, οἷον τάξις καὶ ἀταξία, ἄρτιος ἀριθμὸς καὶ περιττός. Τὰ ἔμμεσα δὲ ἕτερόν τε τὸ μέσον ἔχει παρὰ τὰ ἄκρα, οἷον μέλαν καὶ λευκόν· καὶ τούτων τὸ φαιὸν μέσον ἐστίν. Εἰ οὖν ὕλη καὶ ὁ θεὸς ἄμεσά ἐστι, πῶς κρᾶσιν ἐπιδέχεται καὶ τὸν κόσμον ἀποτελεῖ κατὰ τὴν ὑμῶν μυθολογίαν; Τὰ γὰρ ἄμεσα οὐ πέφυκε κιρνᾶσθαι. Εἰ δὲ ἔμμεσα φήσουσιν, ἔσται τι διὰ μέσου τούτων ἕτερον παρὰ ταῦτα καὶ λοιπὸν τρίτον ἀγένητον τοῖς δύο συναριθμηθήσεται. 8. Ἀλλ' ἴσως φήσουσι· καὶ πῶς οἷόν τε ἐξ οὐκ ὄντων τι γεγονέναι; Οὐδὲν γὰρ ἐκ μὴ ὄντων ὁρᾶται γινόμενον. Πρὸς οὕς ἐστιν εἰπεῖν· Πλανᾶσθε μὴ εἰδότες τὴν δύναμιν τοῦ θεοῦ, ἀλλὰ μόνον τοῖς ἐξ ἀνθρώπων γινομένοις ἐνορῶντες τὸ θεῖον εἶναι τοιοῦτον ὑπειλήφατε. Ἄνθρωπος μὲν γὰρ ἐξ ὄντων ἐργάζεται, ξύλα καὶ λίθους σχηματίζων ὡς βούλεται καὶ τὸ μὴ ὂν ἐν τούτοις ποτὲ σχῆμα διὰ τῆς οἰκείας τέχνης ἐντίθησιν· μόνον γὰρ σχημάτων ἐστὶ δημιουρ- γὸς ὁ ἄνθρωπος ἐξ οὐκ ὄντων τὸ σχῆμα διὰ τῆς τέχνης ἐντιθεὶς τῷ δημιουργήματι. Καὶ φύσις δὲ ὁμοίως ἐξ ὄντων ἐργάζεται, μείζονα δὲ τῆς ἀνθρώπου τέχνης τὸ διὰ τῆς φύσεως τεχνασθὲν ἔχει τὴν ἐργασίαν. Οὐ μόνον γὰρ σχημάτων ἐστὶν ἡ φύσις δημιουργός, κρᾶσιν καὶ σύνθεσιν τῶν στοιχείων ἐργαζομένη, ἀλλὰ καὶ τὰς διαφόρους οὐσίας καὶ τὰ εἴδη τῶν πραγμάτων ὑφίστησιν οὐ πρότερον ὄντα. Ἐκ στοιχείων γὰρ εἶδος ὀστέου ἐργάζεται καὶ σαρκός, φλεβῶν τε καὶ νεύρων, καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας, χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ποικίλας διαφοράς.

Intertext edge

Open linked passage

Note