Adversus Manichaeos ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Εἰ τοίνυν τοσοῦτον ὑπερέχει τῆς ἀνθρώπων τέχνης ἡ φύσις, πῶς οὐκ ἀνάγκη καὶ τὴν τοῦ θεοῦ δημιουργίαν ἀσυγκρίτως ὑπερβεβηκέναι καὶ τὴν τῆς φύσεως ἐργασίαν; Οὐκοῦν εἰ ἤδη ἡ φύσις τὰ εἴδη μὴ ὄντα παράγει, ἐν ὑποκειμένῳ μέντοι προϋπάρχοντι ταῦτα δημιουργεῖ διὰ τὸ ἀδυνάτως ἔχειν ἄλλως τὴν δημιουργικὴν αὐτοῖς ἐνδείκνυσθαι δύναμιν ἄνευ τινὸς προϋποκειμένου, ἀνάγκη πᾶσα, εἴπερ καὶ ὁ θεὸς δημιουργεῖ καὶ εἰς τὸ εἶναι παράγει τὰ ὄντα, ἔχειν τι πλέον τὴν αὐτοῦ δημιουργίαν τῆς φύσεως· οὐδὲν δὲ ἂν ἔχοι πλέον, εἰ μὴ δύναιτο ἐκ τοῦ μηδαμῇ μηδαμοῦ ὄντος εἰς τὸ εἶναι παράγειν τὰ πράγματα, ἀλλὰ δέοιτο καὶ αὐτός, ὥσπερ ὁ τεχνίτης ἄνθρωπος καὶ ἡ φύσις, ὑποκειμένου τινὸς προϋπάρχοντος, ἐν ᾧ τὴν ἑαυτοῦ δημιουργικὴν ἐνέργειαν ἐπιδείξεται, καὶ μηδὲ τοσοῦτον ὑπερέχοι τῆς φύσεως, ὅσον ὑπερέχει τῆς τέχνης ἡ φύσις, οὐ σχημάτων μόνον κατὰ τὴν τῶν ἀνθρώπων τέχνην, ἀλλὰ καὶ διαφόρων οὐσιῶν οὖσα δημιουργός.