Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Οὐ μόνον ἐπὶ τῶν ἁπλῶν ὑποστάσεων ἤγουν προσώπων τὸ ἓν λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων. Ποία οὖν ἔσται διαφορὰ ἁπλοῦ τε καὶ συνθέτου, εἰ μὴ τὸ μὲν ἐν μιᾷ οὐσίᾳ, τὸ δὲ ἐν δύο οὐσίαις γνωρίζομεν; Οὔτε τοίνυν διαιροῦμεν ἀπ' ἀλλήλων τὰς φύσεις μετὰ τὴν ἕνωσιν· μίαν γὰρ ὑπόστασιν σεσαρκωμένην κηρύττομεν. Οὔτ' ἀλλήλας εἰς μίαν οὐσιότητα συγχέομεν· τὴν τῶν φύσεων γὰρ διαφορὰν οὐκ ἀναιροῦμεν διὰ τὴν ἕνωσιν, ἀλλὰ καὶ τὴν σύνθεσιν ἐν τῷ ὅλῳ γνωρίζομεν καὶ τὸ ὅλον ἐν τῇ συνθέσει θεωροῦμεν, ὅλον θεὸν τὸν Χριστὸν κηρύττοντες μετὰ τοῦ σώμα- τος, ἀλλ' οὐ κατὰ τὸ σῶμα, καὶ ὅλον ἄνθρωπον τὸν αὐτὸν ὁμολογοῦντες καὶ μετὰ τῆς θεότητος, ἀλλ' οὐ κατὰ τὴν θεότητα.