Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἡ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, καὶ ἡ θεότης θεότης ἐστὶ καὶ οὐ σάρξ. Εἰ οὖν ταὐτὸν τὰ δύο ταῦτα, πῶς ἀλλήλων διαφέρου- σιν; Κατὰ φύσιν ἢ καθ' ὑπόστασιν ἢ μόνον κατ' ὀνομασίαν ψιλὴν καὶ οὐ κατὰ διαφορὰν φύσεων; Ποίας τῶν ἐν Χριστῷ φύσεων θεός ἐστιν ὁ πατὴρ καὶ ποίας αὐτῶν πατήρ; Ἆρα θεός ἐστι τῆς πάσης μιᾶς φύσεως τοῦ λόγου σεσαρκωμένης; Οὐκοῦν καλῶς οἱ Ἀρειανοὶ θεὸν τοῦ λόγου τὸν πατέρα λέγουσιν. Εἰ δὲ οὐ θεὸς τοῦ λόγου, πῶς λέγει· Πατέρα μου καὶ πατέρα| ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν;