Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Αὕτη ἡ μία τοῦ θεοῦ λόγου φύσις σεσαρκωμένη μετὰ τὴν ἄφραστον ἀνάληψιν ὁμοία ἐστὶ τῷ πατρὶ κατὰ πάντα τρόπον καὶ ὁμοούσιος αὐτῷ, ἢ ἔχει ὁ Χριστὸς τὸ μὲν ὁμοούσιον τοῦ ἰδίου πατρός, τὸ δὲ ἑτεροούσιον. Καὶ εἰ ὁμοούσιος ὅλος ὁ Χριστὸς τῷ πατρί, δῆλον ὅτι κτιστὸς ὁ πατήρ· κτίσμα γὰρ ἡ σάρξ. Εἰ δὲ ἑτεροούσιον τὸ σῶμα παρὰ τὸν θεὸν λόγον, πῶς οὐ δύο φύσεις;