Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Capitula xvii contra monophysitas ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΠΡΟΣ ΤΟΥΣ ΑΚΕΦΑΛΟΥΣ ΚΕΦΑΛΑΙΑ ΙΖʹ Εἰ ὁ λέγων θεὸν μόνον τὸν Χριστὸν μανιχαΐζει καὶ ὁ λέγων μόνον ἄνθρωπον τὸν Χριστὸν παυλιανίζει καὶ ὁ λέγων θεὸν τέλειον τὸν Χριστόν, ἄνθρωπον δὲ οὐ τέλειον, ἀπολιναρίζει καὶ ὁ λέγων θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἰδιοσυστάτως καὶ ἀνὰ μέρος θεωρουμένου τοῦ ἀνθρώπου καὶ ὑπὸ τοῦ λόγου ἐνεργουμένου, νεστοριανίζει, ὁ δὲ λέγων θεὸν τέλειον τὸν αὐτὸν Χριστὸν καὶ ἄνθρωπον, ὡς ἑνώσαντος ἑαυτῷ τοῦ θεοῦ λόγου τὸ ἡμέτερον φύραμα, ὅ ἐστι τὴν καθ' ἡμᾶς ἀνθρωπότητα, ὀρθο- δόξως φρονεῖ, οἱ τὸ θεάνθρωπον ἡμῖν ἐπινοήσαντες λέγειν ἴσως ἕτερόν τι καὶ παρὰ ταῦτά φασι τὸν Χριστόν, ὡς καὶ τὸν τραγέλαφον οὔτε τράγον, οὔτε ἔλαφον εἴποι τις ἄν, ἀλλ' ἕτερόν τι τῷ γένει. Μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ὁμολογῶν, ἀπολινα- ρίζεις μὴ λέγων τελείαν τὴν ἀνθρωπίνην φύσιν ἀνειλῆφθαι καὶ σεσῶσθαι· προσθεὶς δὲ σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ὀρθόδο- ξος ὑπάρχεις, εἰ ἄρα τὸν νοῦν φυλάξεις τῆς ὁμολογίας. Εἰπὲ οὖν· μίαν φύσιν ὁμολογεῖς τοῦ λόγου σεσαρκω| μένην σαρκὶ ἐψυχω- μένῃ ψυχῇ λογικῇ· μίαν φύσιν καὶ μόνον ὁμολογεῖς ἐπὶ Χριστοῦ ἢ δύο; Ἀλλ' εἰ μὲν μίαν φύσιν ὁμολογεῖς ἐπὶ Χριστοῦ, ἢ μανιχαΐζεις ἢ παυλιανίζεις. Εἰ δὲ δύο τελείας λέγεις, διῃρημένας μέντοι καὶ ἀνὰ μέρος κεχωρισμένας, νεστοριανίζεις. Εἰ δὲ δύο τελείας καὶ ἐν μιᾷ χαρακτηριστικῇ ὑποστάσει σῳζομένας ὁμολο- γεῖς, ὀρθόδοξος ὑπάρχεις. Εἰ δὲ οὔτε μίαν μόνον, οὔτε δύο διῃρημένας, οὔτε μὴν ἡνωμένας ἐνυποστάτως ὁμολογεῖς, εἰπὲ πόσας τὰς φύσεις ἐπὶ Χριστοῦ ὁμολογῶν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ἐν προσλήψει σαρκὸς ψυχὴν ἐχούσης νοεράν;