Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Εἰ μία φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς καθ' ὑμᾶς, οὐ μία δὲ φύσις τοῦ πατρὸς καὶ τῆς σαρκός, πῶς μία καὶ ἡ αὐτὴ φύσις τοῦ θεοῦ λόγου καὶ τοῦ πατρός; Πῶς δὲ ἀκτίστου θεότητος καὶ κτιστῆς σαρκὸς ἢ τῆς ἀχρόνου θεότητος καὶ τῆς ὑπὸ χρόνον τοῦ λόγου σαρκὸς μία ἔσται φύσις, μὴ τῆς θεότητος τραπείσης εἰς σαρκὸς φύσιν, μήτε τῆς σαρκὸς ἀλλοιωθείσης εἰς θεότητος φύσιν, ἀλλ' ἑκατέρας φύσεως σῳζομένης ἀτρέπτως καὶ ἀδιαι- ρέτως ἐν τῷ Ἐμμανουήλ;