Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἐκ δύο φύσεων λέγων τὸν Χριστόν, ἀναθεματίζων δὲ τοὺς λέγοντας ἐν Χριστῷ τὰς δύο φύσεις ὑπάρχειν ἀδιαιρέτως ἐν μιᾷ ὑποστάσει ἡνωμένας, πῶς νοήσεις τὸ ἐκ δύο φύσεων; Ἢ γὰρ πρὸ τῆς ἑνώσεως εἴποις δύο, ἢ ἐν τῇ ἑνώσει. Ἀλλ' εἰ μὲν πρὸ τῆς ἑνώσεως| εἴποις, προϋπάρχειν δίδως ἑκάτερον πρὸ τῆς ἐνώ- σεως, ὅπερ ἀσεβές. Εἰ δ' ἐν τῇ ἑνώσει τὰς δύο φύσεις λέγεις, σῴζεται δὲ ἡ ἕνωσις εἰς αἰῶνας, ἄρα σῴζονται εἰς αἰῶνας καὶ αἱ δύο φύσεις ἐν τῷ Ἐμμανουήλ.