Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Εἰ μένων ὁ θεὸς λόγος ὃ ἦν γέγονεν ὃ οὐκ ἦν, καὶ οὐκ ἦν μὲν ὃ γέγονεν, ἔμεινε δὲ ὃ ἦν, πῶς οὐκ ἔμεινε μὴ ὢν ὃ γέγονεν; Εἰ δὲ ταῦτ' ἀληθῆ, ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν τῶν ἐν Χριστῷ φύσεων ἀδιαίρετον καὶ ἀσύγχυτον ἕνωσιν ἡμᾶς ἐκδιδάσκει ὁ εὐαγγελιστής.