Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Εἰ σαρκωθεὶς ὁ λόγος ἔμεινεν ὃ ἦν, ἦν δ' ἄσαρκος, πῶς οὐκ ἔσται ἄσαρκος κατὰ τὴν τῆς θεότητος φύσιν, εἰ καὶ ἐσαρκώθη, τῆς ἡμετέρας φύσεως προσλαβὼν τὸ φύραμα; Εἰ δὲ τοῦτ' ἀληθές, πῶς τὸν ἕνα Χριστόν, ὅ ἐστι θεὸν λόγον σαρκωθέντα, οὐκ εἴποιμι τὰς δύο ἔχειν φύσεις, ὅ ἐστιν οὐσίας, τοῦ πατρὸς λέγω καὶ τὴν ἐκ τῆς θεοτόκου Μαρίας ληφθεῖσαν ἀνθρωπίνην οὐσίαν;