Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Εἰ ἔστιν ὁ πατὴρ ἀπαθὴς θεὸς καὶ ἀθάνατος, ὁ δὲ υἱὸς σαρκωθείς, ὅ ἐστι Χριστός, ἐστὶν ἀπαθὴς καὶ παθητός, ἀθάνατος καὶ θνητός, τὸ μὲν ἀπαθὲς καὶ ἀθάνατον ἔχων κατὰ τὴν τῆς θεότητος φύσιν, τὸ δὲ πάθος καὶ τὸν θάνατον ἔχων κατὰ τὴν ἀνθρωπότητος φύσιν, εἷς ὢν καὶ ὁ αὐτός, πῶς μὴ εἴπω τὰς δύο φύσεις ἐν αὐτῷ, τὴν μὲν δεκτικὴν πάθους καὶ θανάτου, τὴν δὲ τούτων ἀνεπίδεκτον; Εἰ δὲ τὸν θάνατον καὶ τὰ πάθη καὶ ὑμεῖς σαρκὶ δέξασθαι αὐτόν φατε, ὀρθῶς μὲν λέγετε· ζητῶ δὲ εἰ ἡ σὰρξ φύσις ἐστὶ τῆς θεότητος αὐτοῦ ἢ ἑτέρα κατ' οὐσίαν· καὶ εἰ μὲν ἡ αὐτὴ τῇ θεότητι,| θεοπάθειαν ἡμῖν δογματίζετε· εἰ δ' ἑτέρα ἐστὶ τῇ φύσει, ἡνωμένη μέντοι τῷ θεῷ λόγῳ ἐνυποστάτως, τί τὰς δύο φύσεις οὐχ ὁμολογεῖτε ἐν τῷ ἑνὶ Χριστῷ;