Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Capitula xvii contra monophysitas
Joannis PresbyterMono 7 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Πᾶσα ὑπόστασις ἐν κοινότητι, ὅ ἐστιν οὐσίᾳ, θεωρεῖται· καὶ εἰ μὲν ἡ ὑπόστασις ἁπλῆ εἴη, καὶ ἡ κοινότης ἁπλῆ· εἰ δὲ σύνθετος ἡ ὑπόστασις εἴη, καὶ ἡ κοινότης σύνθετος ἔσται ἢ ἐν διαφόροις κοινότησιν ἡ σύνθετος ὑπόστασις ἔσται. Οἷον ἁπλῆ ἡ ὑπόστασις τοῦ λόγου, ἁπλῆ καὶ ἡ κοινότης ἣν ἔχει ὁ πατὴρ καὶ τὸ πνεῦμα· σύνθετος ἡ οὗτινος ἀνθρώπου ὑπόστασις, σύνθετος καὶ ἡ κοινότης ἡ ἐν πᾶσι κοινῶς τοῖς ἀνθρώποις θεωρουμένη. Πᾶς γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν. Εἰ δὲ μὴ τὴν σύνθετον κοινότητα βουληθείημεν νοῆσαι, πάντως ὁ δεῖνα ἄνθρωπος ἐν δύο κοινότησιν εὑρεθήσεται, ἡ μὲν ψυχὴ ἐν κοινότητι τῇ πρὸς τὰς ἄλλας ψυχάς, τὸ δὲ σῶμα ἐν κοινότητι τῇ πρὸς τἄλλα σώματα. Ἐπὶ δὲ Χριστοῦ ἡ ὑπόστασις σύνθετος οὖσα οὐ θεωρεῖται ἐν συνθέτῳ κοινότητι. Οὐδεὶς γὰρ ἄλλος Χριστὸς θεὸς καὶ ἄνθρωπος ὑπάρχων ταῖς ἀληθείαις σύνθετός ἐστιν, εἰ μὴ ὁ ἐκ παρθένου τῆς θεοτόκου τεχθείς. Εἰ οὖν οὐδεμίαν σύνθετον ἔχει κοινότητα, πάντως ὑπολείπεται ἐν διαφόροις κοινότησι θεωρεῖσθαι, ἐν τῇ τοῦ πατρὸς καὶ ἁγίου πνεύματος κοινότητι, καθ' ἥν ἐστι θεός, καὶ ἐν τῇ πρὸς πάντας ἀνθρώπους κοινότητι, οἷς ὅμοιός ἐστι κατὰ τὸ εἶναι ἄνθρωπος. Κοινότητα δὲ ἐν τοῖς πᾶσι τούτοις φαμὲν τὴν οὐσίαν, ὅ ἐστι φύσιν· αὗται γὰρ κοινῶς πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος| ἐνθεωρουμένοις ὑπάρχουσιν, οὐ τῷ μὲν πλέον, τῷ δὲ ἔλαττον ἐνυπάρχουσαι.

Intertext edge

Open linked passage

Note