Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Τῆς ἄκρας ἑνώσεως ἴδιόν ἐστι τὸ ἔχειν ταὐτότητα καὶ ἑνότητα καὶ ἑτερότητα, οἷον ἡ καθ' ὑπόστασιν ἕνωσις· αὕτη γάρ, ὡς ἐπὶ ψυχῆς καὶ σώματος, ἑτερότητα οὐσίας καὶ ταὐτότητα ὑποστάσεως ἔχει. Ἑτέρα γὰρ ἡ τῆς ψυχῆς οὐσία καὶ ἑτέρα ἡ τῆς σαρκός, κἂν ἓν ζῷον ἀποτελεσθῇ ὁ ἄνθρωπος. Καὶ οὐκ ἄν τις εἴποι φύσει τὴν μὲν ψυχὴν θνητήν, τὴν δὲ σάρκα νοητήν· καὶ ἀσθενούσης δὲ τῆς σαρκὸς ἐρρῶσθαι τὴν ψυχὴν λέγομεν. Εἷς δὲ ὁ ἑκατέρων συγκείμενος ἄνθρωπος καὶ ἐν τῷ ἑνὶ ὁμοίως ἑκάτερόν ἐστί τε καὶ νοεῖται.