Capitula xvii contra monophysitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Εἰ οὐσία ἐστὶ ἐν τοῖς καθ' ἕκαστον τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀνα- γομένων ἐξ ἴσου πᾶσιν ἐνυπάρχουσα, δίχα δὲ τῶν καθ' ἕκαστον ἀνύπαρκτος οὖσα τυγχάνει, οἱ λέγοντες ἐκ δύο οὐσιῶν, ἆρ' ἔν τισι τῶν καθ' ἕκαστον ἑκάστην ἰδιαζόντως ἐνυπάρχειν; Ἆρ' ἐξ ἀνυπάρκτων ἡ σύνοδος; Εἰ δ' ἔν τισι τῶν καθ' ἕκαστον ἰδια- ζόντως, ἆρ' αἱ δύο φύσεις ἐν δύο θεωρούμεναι προσώποις συνῆλθον, ὅπερ ἐστὶ Νεστορίου καὶ τῶν ψιλὸν λεγόντων εἶναι τὸν Χριστὸν ἄνθρωπον πρὸ τῆς ἑνώσεως; Ἡμεῖς δὲ οὐχ οὕτω φαμὲν ἐν δύο φύσεσι τὸν Χριστόν, ἀλλ' ὅτι ἐνδέχεται δύο καὶ πλείονας φύσεις ἐν ἑνὶ καὶ τῷ αὐτῷ θεωρεῖσθαι προσώπῳ, ὅτ' ἐστὶν αὐτῶν ἡ ἕνωσις ἐνυπόστατος. Εἰ γὰρ ἦσαν διῃρημέναι, πάντως ἑκάστη ἐν ἰδιοϋποστάτῳ νοηθήσεται προσώπῳ.