Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
ὈΡΘ. Πῶς οὖν οὐ δέδοικας τὴν τῆς τοσαύτης βλασφημίας ὑπερβολήν, περιγραπτὸν εἰσάγων τὸ θεῖον, ὃν ἀγαθὸν καὶ παντοδύναμον ὁμολογεῖς, καὶ ταῦτα ἀπὸ τῆς κακίστης ὕλης περιγρα- φόμενον; Πέρας γὰρ τῷ θεῷ δίδως, ἐν τόπῳ τοῦτον ὑποτιθέμενος· τόπος γάρ ἐστι πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον· περιεχόμενος δὲ ὁ θεὸς περιγραπτὸς πάντως ἐστίν, καὶ αὐτὸς δὲ ὁ τὸν θεὸν περιέχων τόπος περιγράφεται κατ' ἐκεῖνο τὸ τέλος, καθὸ τῆς ὕλης τοῦ τόπου ἐφάπτεται. Καὶ οὕτως ὑπὸ περιγραφομένου τόπου περιγραφήσεται ὁ θεὸς καθ' ὑμᾶς, τοὺς τόπῳ τινὶ περιορίζοντας τὸν θεόν. Ἀλλὰ τοῦτο μὲν παρεί- σθω· εἰπὲ δέ μοι, ἐν τῷ οἰκείῳ τόπῳ μένοντα τὸν θεὸν φὴς προ- βάλλεσθαι τὴν ἐξ αὑτοῦ δύναμιν καὶ ἐπὶ τὸν τῆς ὕλης ἐξαποστεῖ- λαι τόπον;