Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Disputatio cum Manichaeo
Joannis PresbyterMani 13 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
ὈΡΘ. Εἰ οὖν ἡ ἐκ θεοῦ προβολὴ ἐν ἑτέρῳ γέγονε τόπῳ, τοῦ θεοῦ ἐν ἑτέρῳ χωρίῳ διαμείναντος, πῶς οὐκ ἐμερίσθη τῆς τοῦ πατρὸς ὑποστάσεως; Τὰ γὰρ διεστῶτα τοῖς τόποις πάντως καὶ ἀλλήλων διαιρεῖσθαι ἀνάγκη· καὶ οὕτως οὖν ἡ τοῦ θεοῦ δύναμις κατὰ σὲ οὐκ ἐν τῷ θεῷ, ἀλλ' ἔξω τῆς αὐτοῦ γέγονεν ὑποστάσεως; Τὸ δὲ ἔξω τινὸς ὑπάρχον πάντως καὶ τῆς ὑποστάσεως αὐτοῦ διῄρηται· ἡμεῖς δὲ οὐχ ἑπόμεθα ταῖς ὑμῶν ἀσεβείαις, οὐδὲ δύο ἀρχὰς διῃρημένας τοῖς τόποις φαμέν, ἀλλ' ἕνα τοῦ παντὸς δη- μιουργὸν καὶ μίαν τὴν πάντων ἀρχὴν λέγοντες, πατέρα τε καὶ υἱὸν τὰ πάντα πληροῦν δογματίζομεν, πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ προσομολογοῦντες κατὰ τὸ λόγιον τὸ φάσκον· Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ Πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι. Διὸ καὶ Ἰωάννης ὁ θεοφόρος, ὡς τὰ πάντα πληρούσης τῆς ἁγίας τριάδος, περὶ τοῦ θεοῦ λόγου φησίν· Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Καθ' ὑμᾶς δὲ τοὺς Μανιχαίους οὐκ εἰς τὰ ἴδια ἦλθεν, ἀλλὰ μᾶλλον εἰς τὰ ἀλλότρια, εἴ γε τῷ τῆς ὕλης ἐπῆλθε τόπῳ, τὰς ψυχὰς ἐν ἀλλοτρίῳ τόπῳ πεπεδημένας καθ' ὑμᾶς βουλόμενος ἀνασῶσαι, ὥστε καὶ δι' ὧν ἀνεκαλέσω τὴν τομήν, τὴν πολλάκις ὑπὸ σοῦ λεχθεῖσαν, οἰόμενος ἐκφεύξε- σθαι τῆς θείας οὐσίας τὴν διαίρεσιν, οὐδ' οὕτως ἐκπέφευγας· εἰς τὴν αὐτὴν γὰρ ἀσέβειαν περιπέπτωκας. Ἀλλ' ὅθεν ἐξέβην τῷ λόγῳ, πάλιν ἐπάνειμι. Ἀπόκριναι οὖν· ἡ ὕλη καθ' ἑαυτήν, ἄνευ τῆς πρὸς θεὸν συγκράσεως, ἁπλῆ ἐστιν ἢ σύνθετος;

Intertext edge

Open linked passage

Note