Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
ΜΑΝ. Οὕτως ἔχει. 17. ὈΡΘ. Εἰ τοίνυν σύνθετος ἡ ὕλη, δῆλον ὡς ὑπό τινος ἑτέρου συντέθειται· οὐδεὶς γὰρ ἑαυτὸν πρὸς σύνθεσιν ἄγει. Πῶς οὖν ὑφ' ἑτέρου συντεθεῖσα ἄναρχός ἐστιν; Ἄλλως τε τὰ σύνθετα ἐκ διαφόρων συντέθειται, ἢ προϋπαρχόντων ἢ καὶ συνθεωρου- μένων ἀλλήλοις, ἐκ προϋπαρχόντων μὲν ὡς τὸ ἤλεκτρον τὸ ἐκ χρυσίου καὶ ἀργύρου συντεθέν, συνθεωρουμένων δὲ ὡς ἥτις κεφαλὴ ἐξ ὀστέων καὶ σαρκῶν καὶ ὑμένων καὶ νεύρων· ταῦτα γὰρ ἅμα συνέστη διάφορα ὄντα, καὶ οὐδαμῶς ἕκαστον προϋπέστη τῆς ἐξ αὐτῶν συντεθείσης κεφαλῆς. Ἡ ὕλη οὖν, εἰ σύνθετός ἐστι καὶ αὕτη, οὐκέτι ἔσται μία ἀρχή, ἀλλὰ πολὺ πλείους, αὐτὴ καθ' ἑαυτὴν σύνθετος οὖσα καὶ ἄνευ τῆς πρὸς θεὸν συνθέσεως.