Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
ΜΑΝ. Πόθεν οὖν νόσοι καὶ θάνατοι καὶ τοιαῦτα κακά; Εἰ γὰρ μὴ ἐξ ὕλης ἀνάρχου καὶ ἀγενήτου καὶ φύσει κακῆς ταῦτα τυγχάνει, ὁ θεὸς αἴτιος ἔσται τῆς τούτων γενέσεως. 21. ὈΡΘ. Τί γὰρ κακὰ νομίζεις τὰς νόσους καὶ τὸν θάνατον; Καίτοι θάνατος μὲν ἐλευθεροῖ τοῦ σώματος τὴν ψυχὴν καὶ τοῦ δεσμοῦ τῆς ὕλης ἀπαλλάττει, νόσος δὲ πάλιν τήκει τὸ σῶμα, ὅπερ σῶμα σὺ νομίζεις κακὸν ὑπάρχειν. Πολλάκις δὲ καὶ ἁμαρτίας ἐνεργεῖν κωλύει ἡ νόσος, ἃς ἔπραξεν ἂν ὁ νοσῶν, εἰ μὴ τῇ νόσῳ πεπέδητο. Ἄλλως τε ἀπόκριναί μοι πυνθανομένῳ· Δεῖ τὴν κακίαν μισεῖν;