Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
ὈΡΘ. Ἔοικας ἀγνοεῖν ὅτι τὸ ἀγαθὸν καὶ φωτοειδὲς τοῦ θεοῦ καὶ εἰς τοὺς ἁγίους ἀγγέλους, καὶ εἰς ἡμᾶς τοὺς ἀνθρώπους κατὰ μετουσίαν ἤτοι χάρισμα φθάνει. Ὃ μέντοι τῆς θείας φύσεώς ἐστι χαρακτηριστικόν, τὸ ἄναρχον καὶ ἀγένητον, τοῦτο ἐν οὐδενὶ τῶν ἄλλων ἐνθεωρεῖται. Εἰ δὲ τῇ κακίᾳ δίδως τὰ κυρίως καὶ πρώτως τῆς θείας φύσεως χαρακτηριστικά, πῶς οὐχ ὁμότιμος ἔσται τῷ θεῷ; Εἰπὲ δέ μοι πῶς παντοκράτορα λέγεις τὸν θεόν, εἴ γε κατὰ σὲ τῆς ὕλης καὶ τῶν ἐξ αὐτῆς οὔπω κεκράτηκεν;