Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
ΜΑΝ. Ἀλλ' ἔσται καιρὸς ὅτε καὶ αὐτῆς κρατήσει. 27. ὈΡΘ. Οὐκοῦν οὔπω νῦν παντοκράτωρ ἐστίν, ἐπεὶ οὔπω κεκράτηκε τῆς ἀϊδίως αὐτῷ συνούσης ὕλης, ὕστερον δὲ ὃ μὴ νῦν ἔχει προσγενήσεται αὐτῷ κατὰ σέ· δυνάμει γὰρ νῦν παντο- κράτωρ ὑπάρχων, ὕστερον ἐνεργείᾳ γενήσεται ἐξ ἀτελοῦς εἰς τελειότητα ἐρχόμενος. Ἀπόκριναι δέ μοι πῶς νῦν οὐκ ἔστι παντοκράτωρ, ὡς μὴ δυνάμενος ἢ ὡς μὴ βουλόμενος; Εἰ μὲν ὡς μὴ δυνάμενος, πῶς ὅλως παντοκράτωρ; Χρὴ γὰρ εἶναι τὸν παντοκράτορα ἀεὶ καὶ παντοδύναμον. Εἰ δὲ ὡς μὴ βουλόμενος, πρῶτον μὲν βασκαίνει τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἔπειτα δὲ καὶ αἴτιος τῆς κακίας εὑρίσκεται, δυνάμενος μέν, μὴ βουλόμενος δὲ αὐτὴν ἀνελεῖν.