Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
ὈΡΘ. Τῶν ὄντων τὰ μέν ἐστιν οὐσία, τὰ δὲ ποιότης, τὰ δὲ ἐπιτηδειότης, τὰ δὲ ἐνέργεια. Καὶ οὐσία μέν ἐστιν ἐγώ, σύ· ποιότης δὲ λευκόν, μέλαν, γλυκύ, πικρόν, καὶ ὅσα τοιαῦτα ἐν ὑποκειμένοις σώμασι θεωρεῖται· ἐπιτηδειότης δὲ πρὸς ἣν πεφύ- κασι τὰ γεγονότα δυνάμει τοιαῦτα τυγχάνοντα, οἷον ἐπιτηδείως ἔχουσιν αἱ χεῖρες τέχνας ἐργάζεσθαι, γλῶσσα δὲ λόγῳ διακονεῖν, πόδες δὲ πρὸς βάδισιν, παιδίον δὲ πρὸς μάθησιν τεχνικήν· ἐνέργεια δέ ἐστιν ἡ τοῦ κατὰ φύσιν πρᾶξις, ἡ τοῦ ἀλόγου ὡς ἀλόγου, ἡ τοῦ λογικοῦ ὡς λογικοῦ. Τί τοίνυν τῶν εἰρημένων ὁρίζῃ τὸ κακὸν εἶναι;