Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1
ὈΡΘ. Εἰ ὁ φόνος κατὰ σὲ φύσει κακός, οἱ δικασταὶ τυμβωρύχους καὶ ἀνδροφόνους φονεύοντες κακῶς ποιοῦσιν; Καὶ πάλιν· τί δήποτε ὁ μὲν τῇ ἰδίᾳ γαμετῇ μιγνύμενος οὐχ ἁμαρτάνει, ἐν ἀλλοτρίᾳ δὲ τοῦτο ποιῶν ἁμαρτάνει, καὶ ταῦτα μιᾶς ἐνεργείας οὔσης τῆς μίξεως; Οἶμαί σε διὰ τούτων καὶ ἄκοντα προσομολογεῖν ὅτι πᾶσα ἐνέργεια μέσῃ ἐστί, ποικίλλεται δὲ τῇ γνώμῃ τοῦ μετιόντος, ἀρετὴ ἢ κακία γινομένη· ὁ μὲν γὰρ σω- φρόνως τῇ ἰδίᾳ μίγνυται, ὁ δὲ ἀκολάστως τῇ ἀλλοτρίᾳ.