Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
43.1
ὈΡΘ. Τὸ ἔκ τινος πολλαχῶς λέγεται· ἔστι γὰρ ἐξ ἐμοῦ μὲν ὁ υἱός μου ὁμοούσιος ἐμοί, ἐκ δὲ τοῦ τέκτονος τὸ βάθρον, ἐκ δὲ τῆς γῆς οἱ καρποί, ἐκ τοῦ βασιλέως δημεύσεις. Ἡμεῖς τοίνυν οὐκ ἐκ τῆς οὐσίας τοῦ θεοῦ φαμεν εἶναι τὴν φθοράν, βουλήσει δὲ αὐτοῦ ἐνεργεῖσθαι συμφερόντως ἡμῖν. Εἰ γὰρ φθαρτῶν ὄντων τῶν πραγμάτων, οὕτω περὶ αὐτὰ μεμήναμεν, ὡς δικαστήρια καὶ πολέμους κατ' ἀλλήλων κινεῖν, τί οὐκ ἂν ἐτολμήσαμεν, εἰ ἄφθαρτα ταῦτα παρήγαγεν; Πῶς δὲ καὶ αἴσθησιν ἐμέλλομεν τῆς δωρεᾶς λαβεῖν τῆς ἀφθάρτου ζωῆς, ἣν ἡμῖν ἐφιλοτιμήσατο ὁ κύριος ἡμῶν, εἰ μὴ πρότερον ἐν πείρᾳ γεγόναμεν τῆς φθαρτῆς ταύτης καὶ ἐπικήρου ζωῆς, εἰς ἣν ἡμᾶς προαγωνίσασθαι καλῶς ἔχειν ἐδοκίμασεν; Ἄλλως τε δέ, εἰ ἡ φθορὰ κακόν, ἡ γένεσις πάντως ἀγαθόν, ἀλλὰ μὴν περὶ τὸ αὐτὸ σῶμα γένεσις καὶ φθορά, οὐκ ἄρα τὸ σῶμα φύσει κακόν, ὡς ὑμεῖς διαβεβαιοῦσθε τὸ σῶμα τῆς κακίας εἶναι δογματίζοντες. Διὰ τί δὲ ἃ μὲν νομίζεις εἶναι κακὰ τῶν σωμάτων θεωρεῖς τε καὶ λέγεις, τὰ δὲ ἐξ αὐτῶν ἀγαθὰ παρατρέχεις; Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἐκ γῆς ἀναδιδομένων καρπῶν τρεφό- μεθά τε καὶ συνιστάμεθα· ἐκ δὲ λίθων καὶ ξύλων, οἴκους κατα- σκευάζομεν, δι' ὧν ὄμβρου καὶ κρύους ἐλευθερούμεθα, ἀλλὰ καὶ τοῦ ἡλίου τὸ καυσῶδες ἐκκλίνομεν, ὃν σὺ θεοποιῶν οὐκ αἰσχύνῃ, σιδήρῳ δὲ οὐ μόνον τὴν γῆν ἀροῦμεν, ἀλλὰ καὶ πολεμίους ἐπιόντας φυλαττόμεθα. Εἰ δὲ τούτοις ἐλεγχόμενος ἐπιμένοις σῆψιν καὶ δυσωδίαν προβαλλόμενος, ἴσως ἀγνοεῖς ὅτι τὰ τῆς ψυχῆς μετασχόντα μᾶλλον τὴν σῆψιν καὶ δυσωδίαν ὑφίσταται. Τοῦ ἀγαθοῦ δὲ θεοῦ καθ' ὑμᾶς ἡ ψυχὴ οὐσία ἐστίν· ὁ ἀγαθὸς οὖν θεὸς αἴτιος ἔσται ὧν νομίζεις κακῶν, τῆς σήψεώς τε καὶ δυσωδίας.