Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1
Πρῶτον οὖν ἐξεταστέον τὴν πρᾶξιν, εἰ ἁρμόττουσα καὶ κατάλληλός ἐστι τῇ φύσει τοῦ θεοῦ, εἶτα τῆς πράξεως τὸν σκοπόν, εἶτα τὸ τέλος. Εἴδωμεν τοίνυν ἐπὶ θεοῦ πρῶτον, εἰ ἁρμόττει τῇ τοῦ θεοῦ φύσει τὸ πραχθὲν ὑπ' αὐτοῦ. Τί τοίνυν κατὰ φύσιν ἐστὶ τῷ θεῷ; Δηλονότι τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον καὶ τὸ ἀγαθὸν καί, καθ' ὑμᾶς τοὺς Μανιχαίους, τὸ ἐν τῷ οἰκείῳ μεῖναι τόπῳ. Ἀλλ' ἡ πρᾶξις, κατὰ τὴν ὑμῶν ὑπόθεσιν, ἐναντία τῇ φύσει δείκνυται· λυμαίνεται γὰρ πᾶσι τοῖς εἰρημένοις. Οὔτε γὰρ εἷς ἀγένητος διαμένει ὁ εἷς ἀγαθὸς θεός, ὅταν εἰς δύο ἢ καὶ πλείονα ἀγένητα διαιρεθῇ. Οὔτε μὴν ἄφθαρτος ὁ μερισθεὶς διαμένει, ἀλλ' οὔτε ἀγαθός. Πῶς γὰρ ἀγαθὸς ὁ ἑαυτῷ ἐχθράνας, καὶ μέρος τι ἑαυτοῦ προδοὺς τοῖς πολεμίοις; Πῶς δ' ἂν εἴη ἀγαθός, ἑαυτὸν μὲν ἐλευθερῶν διὰ τῆς τοῦ κόσμου ποιήσεως, ἐπ' ὀλέθρῳ δὲ τῶν δημιουργηθέντων τοῦτο ποιῶν; Ἀλλ' οὔτε ἐν τῷ οἰκείῳ τόπῳ διέμεινε παντελῶς· μετέπεσε γὰρ αὐτοῦ μέρος ἐπὶ τὸν τόπον τῆς ὕλης.