Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1
Δεύτερον ζητητέον εἰ τῷ σκοπῷ ἀκόλουθός ἐστιν ἡ πρᾶξις. Τίς οὖν ὁ σκοπός; Δῆλον ὅτι ἡ νίκη. Δείκνυται δὲ καὶ τῷ σκοπῷ ἐναντίως ἔχουσα ἡ πρᾶξις· δῆλον γὰρ ὅτι ὁ ἡνωμένος τοῦ μερισθέντος ἰσχυρότερος, καὶ ὁ κατὰ φύσιν τοῦ παρὰ φύσιν τραπέντος δυνατώτερος, καὶ ὁ ἐν τῷ ἰδίῳ τόπῳ μένων τοῦ μεταπεσόντος εἰς ἕτερον τόπον. Τί οὖν ἀκόλουθον καὶ πρεπῶδες τῷ σκοπῷ; Τηρῆσαι μᾶλλον τὴν ἰσχύν, καὶ μὴ τῇ διαστάσει ἀσθενεστέραν ταύτην ποιῆσαι.