Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1
Εἴδωμεν δὲ καὶ τὸ τρίτον, εἰ κατάλληλος τῷ τέλει ἡ πρᾶξις. Τί οὖν τὸ ἐκ τῆς νίκης τέλος φατέ; Ἢ γὰρ τὴν φυλακὴν τῆς συστάσεως τοῦ θεοῦ ἐρεῖτε πάντως, ἢ τὴν ἐλευθερίαν, ἢ τὸ τοῦ οἰκείου τόπου μὴ μεταστῆναι, ἢ ἵνα ἀναιρεθῇ ἡ ὕλη, ἢ ἵνα μεταβληθῇ ἐπὶ τὸ κρεῖττον. Ἀλλ' ἡ πρᾶξις τὸ ἐναντίον τούτοις ὑπαγορεύει νοεῖν. Οὔτε γὰρ ἡ σύστασις τοῦ θεοῦ ἐν τῷ κατὰ φύσιν διέμεινε, προδοθέντος τοῦ μέρους, οὔτε ἡ ἐλευθερία· ἐδούλευσε γὰρ τῇ γενέσει τοῦ κόσμου, ἐξ ἑαυτοῦ μέρος τοῖς δημιουργηθεῖσιν ἐνθείς. Οὔτε δὲ ἐν τῷ οἰκείῳ διέμεινε τόπῳ, μεταστάντος τοῦ μέρους ἐπὶ τὴν ὕλην. Οὔτε δὲ ἡ φύσις τῆς ὕλης ἀνῃρέθη ἢ μετεβλήθη· ἔμεινε γὰρ ὃ ἦν ἐξ ἀρχῆς ἀμετάτρεπτος, ὥστε πανταχόθεν ἕωλον καὶ μωρὰν δείκνυσθαι τὴν ὑπόθεσιν ἣν μυθολογοῦντες συνεθήκατε.