Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
62.1
Ἔστι δὲ καὶ ἐκ τῶν ἐνεργειῶν καὶ τῆς αἰτίας κἀκ τῶν τόπων, ὧν ὑποτίθεσθε, τῆς ἀσεβείας ὑμῶν ἐλέγξαι τὴν ἀτοπίαν. Ἐκ μὲν οὖν τῆς ἐνεργείας ἀνατρεπτέον οὕτως· εἰ ἐναντίαι αἱ φύσεις, ἐναντίαι καὶ αἱ ἐνέργειαι. Εἰ οὖν ἡ τοῦ θεοῦ ἐνέργεια ποιητικὴ ὁμολογεῖται, ἡ τῆς ὕλης παθητικὴ ἔσται. Εἰ δὲ τοῦτο, ὑπόκειται ἄρα τῷ θεῷ καὶ δουλεύει ἡ ὕλη· εἰ δὲ ὑπόκειται καὶ δουλεύει, οὐκ ἄρα ἀγένητός ἐστιν. Ἄλλως τε ἢ αἱ δύο ποιοῦσιν, ἢ αἱ δύο πάσχουσιν, ἢ ἡ μὲν ποιεῖ, ἡ δὲ πάσχει, ἢ αὐταὶ καὶ ποιοῦσι καὶ πάσχουσιν. Ἀλλ' εἰ μὲν αἱ δύο ποιοῦσιν, θεοὶ ἔσονται, εἴ γε τὸ ποιεῖν θεοῦ μετὰ τοῦ καὶ ὕλας ἐπινοεῖν. Εἰ δὲ πάσχουσιν ἀμφότε- ραι, ὗλαι ἔσονται αἱ δύο, καὶ ἕτερος ὁ ποιητὴς ζητηθήσεται. Εἰ δὲ ἡ μὲν πάσχει, ἡ δὲ ποιεῖ, ἡ μὲν πάσχουσα γενητή, ἡ δὲ ποιοῦσα ἀγένητος. Εἰ δὲ αἱ δύο πάσχουσι καὶ ποιοῦσι, καθὸ μὲν ποιοῦσι, θεοὶ ἔσονται, καθὸ δὲ πάσχουσιν, ὗλαι. Αἱ αὐταὶ οὖν ἔσονται θεοὶ καὶ ὗλαι, γενηταὶ καὶ ἀγένητοι.