Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Disputatio cum Manichaeo
Joannis PresbyterMani 63 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
63.1
Κἀκ τῆς αἰτίας δὲ ἐλεγκτέον ὑμᾶς. Τί τὸ αἴτιον τοῦ εἶναι τὴν ὕλην κακὴν ὑποτίθεσθε; Ἢ γὰρ διότι ἀγένητος καὶ ἀρχή, ἢ διότι ὕλη, ἢ διότι σῶμα, ἢ διότι διαιρεῖται καὶ μεταβάλλεται; Ἀλλ' εἰ μὲν διότι ἀγένητος καὶ ἀρχή, καὶ ὁ θεὸς τοιοῦτος. Εἰ δὲ διότι ὕλη, ὕλη δὲ προσαγορεύεται διὰ τὸ ὑποκεῖσθαι εἰς γένεσιν τῶν ἐξ αὐτῆς, διὰ τοῦτο κατὰ τὴν αὐτὴν ὑπόθεσιν οὐκ ἀγαθὸς ὁ θεός· ὑπόκειται γὰρ εἰς γένεσιν τῶν ἐξ αὐτοῦ ψυχῶν καὶ ἀγγέλων, ὡς ὑμεῖς οἱ Μανιχαῖοι δογματίζετε. Εἰ δὲ διότι σῶμα, οὐχὶ αὐτὴ ἡ αἰτία τοῦ εἶναι σῶμα, ἀλλ' ὁ θεός, εἴ γε πρὸ τοῦ ἐμβαλεῖν τὸ ἐξ αὑτοῦ μέρος τῇ ὕλῃ οὐκ ἦν σῶμα. Εἰ δὲ διότι διαιρεῖται καὶ μεταβάλλεται, καὶ ὁ θεὸς καθ' ὑμᾶς τοῖς αὐτοῖς ἐνεχόμενος κακοῖς ἔσται· εἰ γὰρ διαιρεῖται εἰς γενέσεις ἀγγέλων καὶ ψυχῶν, τὰ δὲ ἐξ αὐτοῦ οὐ θεοί, δῆλον ὅτι οὐ μόνον διῃρέθη, ἀλλὰ καὶ μετεβλήθη. Εἰ δὲ οὐδὲν τούτων φατὲ αἴτιον εἶναι τοῦ κακὴν ὑπάρχειν τὴν ὕλην, ἀλλὰ τὸ ταύτην ἁμαρτάνειν, ἰστέον ὡς οὐδὲν τῶν κατὰ φύσιν ἐξ ἀνάγκης γινομένων ἁμάρτημα τυγχάνει· πᾶσα γὰρ ἁμαρτία ἐκ προαιρέ- σεως γίνεται. Ἡ δὲ προαίρεσις ἐκ ψυχῆς, ἡ δὲ ψυχὴ οὐσία θεοῦ καθ' ὑμᾶς· ἐκ θεοῦ ἄρα ἡ ἁμαρτία καὶ οὐκ ἐκ τῆς ὕλης, κατὰ τὸ ὑμῶν ἀσεβέστατον δόγμα.

Intertext edge

Open linked passage

Note