Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Disputatio cum Manichaeo
Joannis PresbyterMani 64 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
64.1
Κἀκ τῶν τόπων δέ, ὧν ὑμεῖς ὑποτίθεσθε τὸν μὲν τῷ θεῷ, τὸν δὲ τῇ ὕλῃ προσνέμοντες, ὑμᾶς ἀπελέγξω μηδὲν ὑγιὲς δογμα- τίζοντας. Εἰ γὰρ ἀγένητος ὁ θεὸς καὶ ἡ ὕλη, ἑκάτερος δὲ ἐν τόπῳ τυγχάνει καθ' ὑμᾶς, ὁ δὲ τόπος ἕτερός ἐστι κατ' οὐσίαν τῶν ἐν αὐτῷ περιεχομένων, συμβήσεται τοὺς τόπους συναγενήτους εἶναι τοῖς ἐν αὐτοῖς. Καὶ οὕτως οὐ δύο τὰ ἀγένητα, ἀλλὰ τέσσαρα, θεὸν καὶ ὕλην καὶ ἑκατέρου τὸν τόπον, εὑρήσεις. Εἰ δὲ τοὺς τόπους πρεσβυτέρους φατὲ τῶν ἐν αὐτοῖς, οὐκέτι ὁ θεὸς καὶ ὕλη ἀγένητοι ἔσονται, ἀλλὰ μᾶλλον οἱ τούτων προϋπάρχοντες τόποι. Εἰ δὲ τὸν θεὸν καὶ τὴν ὕλην πρὸ τῶν τόπων εἶναί φατε, ἄρα οὐκ ἦσαν κεχωρισμένοι θεὸς καὶ ὕλη, ἀλλ' ἐν ἀλλήλοις ὑπῆρχον· οὐ γὰρ ἦν οὔπω τόπος ὁ διορίζων. Καὶ οὕτως ὁ τῆς παρ' ὑμῖν ἐναντιότητος διαλυθήσεται λόγος· οὐ γὰρ ἐν ἀλλήλοις ὑφίστασθαι δύναται τῶν ἐναντίων ἡ φύσις, ὥστε πανταχόθεν ὑμῶν ἀπελήλεκται ἡ μυθώδης τερατολογία. 65. Μὴ οὖν ἑαυτούς τε καὶ ἑτέρους τοῖς τῆς ἀσεβείας περιπεί- ρετε δόγμασιν, ἀλλὰ προσδραμόντες τῷ φωτὶ τῆς ἀληθείας, τὸν ζόφον τῆς ἀγνοίας ἐκκαθάρατε τῶν ψυχῶν. Αὐτεξουσιότητι γὰρ καὶ οὐκ ἀνάγκῃ φύσεως ἄνθρωποι τὸ δοκοῦν ἐν αἱρέσει ποιούμεθα.

Intertext edge

Open linked passage

Note